previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κύκλωψ
ἄνεχε πάρεχε: τί τάδε; τίς ῥᾳθυμία;
τί βακχιάζετ᾽; οὐχὶ Διόνυσος τάδε,
205οὐ κρόταλα χαλκοῦ τυμπάνων τ᾽ ἀράγματα.
πῶς μοι κατ᾽ ἄντρα νεόγονα βλαστήματα;
πρός τε μαστοῖς εἰσι χὐπὸ μητέρων
πλευρὰς τρέχουσι, σχοινίνοις τ᾽ ἐν τεύχεσιν
πλήρωμα τυρῶν ἐστιν ἐξημελγμένον;
210τί φατε; τί λέγετε; τάχα τις ὑμῶν τῷ ξύλῳ
δάκρυα μεθήσει. βλέπετ᾽ ἄνω καὶ μὴ κάτω.

Χορός
ἰδού: πρὸς αὐτὸν τὸν Δί᾽ ἀνακεκύφαμεν
τά τ᾽ ἄστρα, καὶ τὸν Ὠρίωνα δέρκομαι.

Κύκλωψ
ἄριστόν ἐστιν εὖ παρεσκευασμένον;

Χορός
215πάρεστιν. φάρυγξ εὐτρεπὴς ἔστω μόνον.

Κύκλωψ
καὶ γάλακτός εἰσι κρατῆρες πλέῳ;

Χορός
ὥστ᾽ ἐκπιεῖν γέ σ᾽, ἢν θέλῃς, ὅλον πίθον.

Κύκλωψ
μήλειον βόειον μεμιγμένον;

Χορός
ὃν ἂν θέλῃς σύ: μὴ 'μὲ καταπίῃς μόνον.

Κύκλωψ
220ἥκιστ᾽: ἐπεί μ᾽ ἂν ἐν μέσῃ τῇ γαστέρι
πηδῶντες ἀπολέσαιτ᾽ ἂν ὑπὸ τῶν σχημάτων.

ἔα: τίν᾽ ὄχλον τόνδ᾽ ὁρῶ πρὸς αὐλίοις;
λῃσταί τινες κατέσχον κλῶπες χθόνα;
ὁρῶ γέ τοι τούσδ᾽ ἄρνας ἐξ ἄντρων ἐμῶν
225στρεπταῖς λύγοισι σῶμα συμπεπλεγμένους,
τεύχη τε τυρῶν συμμιγῆ γέροντά τε
πληγαῖς μέτωπον φαλακρὸν ἐξῳδηκότα.

Σιληνός
ὤμοι, πυρέσσω συγκεκομμένος τάλας.

Κύκλωψ
ὑπὸ τοῦ; τίς ἐς σὸν κρᾶτ᾽ ἐπύκτευσεν, γέρον;

Σιληνός
230ὑπὸ τῶνδε, Κύκλωψ, ὅτι τὰ σ᾽ οὐκ εἴων φέρειν.

Κύκλωψ
οὐκ ᾖσαν ὄντα θεόν με καὶ θεῶν ἄπο;

Σιληνός
ἔλεγον ἐγὼ τάδ᾽: οἱ δ᾽ ἐφόρουν τὰ χρήματα,
καὶ τόν τε τυρὸν οὐκ ἐῶντος ἤσθιον
τούς τ᾽ ἄρνας ἐξεφοροῦντο: δήσαντες δὲ σὲ
235κλῳῷ τριπήχει κατὰ τὸν ὀφθαλμὸν μέσον
τὰ σπλάγχν᾽ ἔφασκον ἐξαμήσεσθαι βίᾳ,
μάστιγί τ᾽ εὖ τὸ νῶτον ἀπολέψειν σέθεν,
κἄπειτα συνδήσαντες ἐς θἀδώλια
τῆς ναὸς ἐμβαλόντες ἀποδώσειν τινὶ
240πέτρους μοχλεύειν, 'ς μυλῶνα καταβαλεῖν.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: