previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κύκλωψ
ἄληθες; οὔκουν κοπίδας ὡς τάχιστ᾽ ἰὼν
θήξεις μαχαίρας καὶ μέγαν φάκελον ξύλων
ἐπιθεὶς ἀνάψεις; ὡς σφαγέντες αὐτίκα
πλήσουσι νηδὺν τὴν ἐμὴν ἀπ᾽ ἄνθρακος
245θερμὴν διδόντες δαῖτα τῷ κρεανόμῳ,
τὰ δ᾽ ἐκ λέβητος ἑφθὰ καὶ τετηκότα.
ὡς ἔκπλεώς γε δαιτός εἰμ᾽ ὀρεσκόου:
ἅλις λεόντων ἐστί μοι θοινωμένῳ
ἐλάφων τε, χρόνιος δ᾽ εἴμ᾽ ἀπ᾽ ἀνθρώπων βορᾶς.

Σιληνός
250τὰ καινά γ᾽ ἐκ τῶν ἠθάδων, δέσποτα,
ἡδίον᾽ ἐστίν. οὐ γὰρ οὖν νεωστί γε
ἄλλοι πρὸς οἴκους σοὺς ἀφίκοντο ξένοι.

Ὀδυσσεύς
Κύκλωψ, ἄκουσον ἐν μέρει καὶ τῶν ξένων.
ἡμεῖς βορᾶς χρῄζοντες ἐμπολὴν λαβεῖν
255σῶν ἆσσον ἄντρων ἤλθομεν νεὼς ἄπο.
τοὺς δ᾽ ἄρνας ἡμῖν οὗτος ἀντ᾽ οἴνου σκύφου
ἀπημπόλα τε κἀδίδου πιεῖν λαβὼν
ἑκὼν ἑκοῦσι, κοὐδὲν ἦν τούτων βίᾳ.
ἀλλ᾽ οὗτος ὑγιὲς οὐδὲν ὧν φησιν λέγει,
260ἐπεί γ᾽ ἐλήφθη σοῦ λάθρᾳ πωλῶν τὰ σά.

Σιληνός
ἐγώ; κακῶς γ᾽ ἄρ᾽ ἐξόλοι᾽.

Ὀδυσσεύς
εἰ ψεύδομαι.

Σιληνός
μὰ τὸν Ποσειδῶ τὸν τεκόντα σ᾽, Κύκλωψ,
μὰ τὸν μέγαν Τρίτωνα καὶ τὸν Νηρέα,
μὰ τὴν Καλυψὼ τάς τε Νηρέως κόρας,
265μὰ θαἰερὰ κύματ᾽ ἰχθύων τε πᾶν γένος,
ἀπώμοσ᾽, κάλλιστον Κυκλώπιον,
δεσποτίσκε, μὴ τὰ σ᾽ ἐξοδᾶν ἐγὼ
ξένοισι χρήματ᾽. κακῶς οὗτοι κακοὶ
οἱ παῖδες ἀπόλοινθ᾽, οὓς μάλιστ᾽ ἐγὼ φιλῶ.

Χορός
270αὐτὸς ἔχ᾽. ἔγωγε τοῖς ξένοις τὰ χρήματα
περνάντα σ᾽ εἶδον: εἰ δ᾽ ἐγὼ ψευδῆ λέγω,
ἀπόλοιθ᾽ πατήρ μου: τοὺς ξένους δὲ μὴ ἀδίκει.

hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: