previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀδυσσεύς
625σιγᾶτε πρὸς θεῶν, θῆρες, ἡσυχάζετε,
συνθέντες ἄρθρα στόματος: οὐδὲ πνεῖν ἐῶ,
οὐ σκαρδαμύσσειν οὐδὲ χρέμπτεσθαί τινα,
ὡς μὴ 'ξεγερθῇ τὸ κακόν, ἔστ᾽ ἂν ὄμματος
ὄψις Κύκλωπος ἐξαμιλληθῇ πυρί.

Χορός
σιγῶμεν ἐγκάψαντες αἰθέρα γνάθοις.

Ὀδυσσεύς
630ἄγε νυν ὅπως ἅψεσθε τοῦ δαλοῦ χεροῖν
ἔσω μολόντες: διάπυρος δ᾽ ἐστὶν καλῶς.

Χορός
οὔκουν σὺ τάξεις οὕστινας πρώτους χρεὼν
καυτὸν μοχλὸν λαβόντας ἐκκάειν τὸ φῶς
Κύκλωπος, ὡς ἂν τῆς τύχης κοινώμεθα;

Χορός α
635ἡμεῖς μέν ἐσμεν μακροτέρω πρὸ τῶν θυρῶν
ἑστῶτες ὠθεῖν ἐς τὸν ὀφθαλμὸν τὸ πῦρ.

Χορός β
ἡμεῖς δὲ χωλοί γ᾽ ἀρτίως γεγενήμεθα.

Χορός α
ταὐτὸν πεπόνθατ᾽ ἆρ᾽ ἐμοί: τοὺς γὰρ πόδας
ἑστῶτες ἐσπάσθημεν οὐκ οἶδ᾽ ἐξ ὅτου.

Ὀδυσσεύς
640ἑστῶτες ἐσπάσθητε;

Χορός α
καὶ τά γ᾽ ὄμματα
μέστ᾽ ἐστὶν ἡμῖν κόνεος τέφρας ποθέν.

Ὀδυσσεύς
ἄνδρες πονηροὶ κοὐδὲν οἵδε σύμμαχοι.

Χορός
ὁτιὴ τὸ νῶτον τὴν ῥάχιν τ᾽ οἰκτίρομεν
καὶ τοὺς ὀδόντας ἐκβαλεῖν οὐ βούλομαι
645τυπτόμενος, αὕτη γίγνεται πονηρία;
ἀλλ᾽ οἶδ᾽ ἐπῳδὴν Ὀρφέως ἀγαθὴν πάνυ,
ὥστ᾽ αὐτόματον τὸν δαλὸν ἐς τὸ κρανίον
στείχονθ᾽ ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς.

Ὀδυσσεύς
πάλαι μὲν ᾔδη σ᾽ ὄντα τοιοῦτον φύσει,
650νῦν δ᾽ οἶδ᾽ ἄμεινον. τοῖσι δ᾽ οἰκείοις φίλοις
χρῆσθαί μ᾽ ἀνάγκη. χειρὶ δ᾽ εἰ μηδὲν σθένεις,
ἀλλ᾽ οὖν ἐπεγκέλευέ γ᾽, ὡς εὐψυχίαν
φίλων κελευσμοῖς τοῖσι σοῖς κτησώμεθα.

Χορός
δράσω τάδ᾽. ἐν τῷ Καρὶ κινδυνεύσομεν.
655κελευσμάτων δ᾽ ἕκατι τυφέσθω Κύκλωψ.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: