Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
οὐ τάδε Βρόμιος, οὐ τάδε χοροὶ
βακχεῖαί τε θυρσοφόροι,
65οὐ τυμπάνων ἀλαλαγ-
μοὶ κρήναις παρ᾽ ὑδροχύτοις,
οὐκ οἴνου χλωραὶ σταγόνες:
οὐδ᾽ ἐν Νύσᾳ μετὰ Νυμ-
φᾶν ἴακχον ἴακχον ᾠ-
70δὰν μέλπω πρὸς τὰν Ἀφροδί-
ταν, ἃν θηρεύων πετόμαν
βάκχαις σὺν λευκόποσιν.
ὦ φίλος ὦναξ Βακχεῖε, ποῖ οἰ-
75οπολῶν ξανθὰν χαίταν σείεις;
ἐγὼ δ᾽ ὁ σὸς πρόπολος
Κύκλωπι θητεύω
τῷ μονοδέρκτᾳ δοῦλος ἀλαίνων
80σὺν τᾷδε τράγου χλαίνᾳ μελέᾳ
σᾶς χωρὶς φιλίας.