previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός
παραινέσαι σοι σμικρόν, Ἀλκμήνη, θέλω,
τὸν ἄνδρ᾽ ἀφεῖναι τόνδ᾽, ἐπεὶ δοκεῖ πόλει.

Ἀλκμήνη
1020τί δ᾽, ἢν θάνῃ τε καὶ πόλει πιθώμεθα;

Χορός
τὰ λῷστ᾽ ἂν εἴη: πῶς τάδ᾽ οὖν γενήσεται;

Ἀλκμήνη
ἐγὼ διδάξω ῥᾳδίως: κτανοῦσα γὰρ
τόνδ᾽ εἶτα νεκρὸν τοῖς μετελθοῦσιν φίλων
δώσω: τὸ γὰρ σῶμ᾽ οὐκ ἀπιστήσω χθονί,
1025οὗτος δὲ δώσει τὴν δίκην θανὼν ἐμοί.

Ἐυρυσθεύς
κτεῖν᾽, οὐ παραιτοῦμαί σε: τήνδε δὲ πτόλιν,
ἐπεί μ᾽ ἀφῆκε καὶ κατῃδέσθη κτανεῖν,
χρησμῷ παλαιῷ Λοξίου δωρήσομαι,
ὃς ὠφελήσει μείζον᾽ δοκεῖ χρόνῳ.
1030θανόντα γάρ με θάψεθ᾽ οὗ τὸ μόρσιμον,
δίας πάροιθε παρθένου Παλληνίδος:
καὶ σοὶ μὲν εὔνους καὶ πόλει σωτήριος
μέτοικος αἰεὶ κείσομαι κατὰ χθονός,
τοῖς τῶνδε δ᾽ ἐκγόνοισι πολεμιώτατος,
1035ὅταν μόλωσι δεῦρο σὺν πολλῇ χερὶ
χάριν προδόντες τήνδε. τοιούτων ξένων
προύστητε. πῶς οὖν ταῦτ᾽ ἐγὼ πεπυσμένος
δεῦρ᾽ ἦλθον, ἀλλ᾽ οὐ χρησμὸν ἡζόμην θεοῦ;
Ἥραν νομίζων θεσφάτων κρείσσω πολὺ
1040κοὐκ ἂν προδοῦναί μ᾽. ἀλλὰ μήτε μοι χοὰς
μήθ᾽ αἷμ᾽ ἐάσητ᾽ εἰς ἐμὸν στάξαι τάφον.
κακὸν γὰρ αὐτοῖς νόστον ἀντὶ τῶνδ᾽ ἐγὼ
δώσω: διπλοῦν δὲ κέρδος ἕξετ᾽ ἐξ ἐμοῦ:
ὑμᾶς τ᾽ ὀνήσω τούσδε τε βλάψω θανών.

Ἀλκμήνη
1045τί δῆτα μέλλετ᾽, εἰ πόλει σωτηρίαν
κατεργάσασθαι τοῖσί τ᾽ ἐξ ἡμῶν χρεών
[κτείνειν τὸν ἄνδρα τόνδ᾽, ἀκούοντες τάδε];
δείκνυσι γὰρ κέλευθον ἀσφαλεστάτην:
ἐχθρὸς μὲν ἁνήρ, ὠφελεῖ δὲ κατθανών.
1050κομίζετ᾽ αὐτόν, δμῶες, ἔνθα χρὴκυσὶν
δοῦναι κτανόντας: μὴ γὰρ ἐλπίσῃς ὅπως
αὖθις πατρῴας ζῶν ἔμ᾽ ἐκβαλεῖς χθονός.

hide References (1 total)
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: