previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κῆρυξ
Ἀργεῖός εἰμι: τοῦτο γὰρ θέλεις μαθεῖν:
135ἐφ᾽ οἷσι δ᾽ ἥκω καὶ παρ᾽ οὗ λέγειν θέλω.
πέμπει Μυκηνῶν δεῦρό μ᾽ Εὐρυσθεὺς ἄναξ
ἄξοντα τούσδε: πολλὰ δ᾽ ἦλθον, ξένε,
δίκαι᾽ ὁμαρτῇ δρᾶν τε καὶ λέγειν ἔχων.

Ἀργεῖος ὢν γὰρ αὐτὸς Ἀργείους ἄγω
140ἐκ τῆς ἐμαυτοῦ τούσδε δραπέτας χθονός,
νόμοισι τοῖς ἐκεῖθεν ἐψηφισμένους
θανεῖν: δίκαιοι δ᾽ ἐσμὲν οἰκοῦντες πόλιν
αὐτοὶ καθ᾽ αὑτῶν κυρίους κραίνειν δίκας.
πολλῶν δὲ κἄλλων ἑστίας ἀφιγμένοι
145ἐν τοῖσιν αὐτοῖς τοισίδ᾽ ἕσταμεν λόγοις,
κοὐδεὶς ἐτόλμησ᾽ ἴδια προσθέσθαι κακά.
ἀλλ᾽ τιν᾽ ἐν σοὶ μωρίαν ἐσκεμμένοι
δεῦρ᾽ ἦλθον κίνδυνον ἐξ ἀμηχάνων
ῥίπτοντες, εἴτ᾽ οὖν εἴτε μὴ γενήσεται
<τὰ σ᾽ ὧδ᾽ ἀσύνετα καὶ φρενῶν τητώμενα>.
150οὐ γὰρ φρενήρη γ᾽ ὄντα σ᾽ ἐλπίζουσί που
μόνον τοσαύτης ἣν ἐπῆλθον Ἑλλάδος
τὰς τῶνδ᾽ ἀβούλως συμφορὰς κατοικτιεῖν.

φέρ᾽ ἀντίθες γάρ: τούσδε τ᾽ ἐς γαῖαν παρεὶς
ἡμᾶς τ᾽ ἐάσας ἐξάγειν, τί κερδανεῖς;
155τὰ μὲν παρ᾽ ἡμῶν τοιάδ᾽ ἔστι σοι λαβεῖν,
Ἄργους τοσήνδε χεῖρα τήν τ᾽ Εὐρυσθέως
ἰσχὺν ἅπασαν τῇδε προσθέσθαι πόλει.
ἢν δ᾽ ἐς λόγους τε καὶ τὰ τῶνδ᾽ οἰκτίσματα
βλέψας πεπανθῇς, ἐς πάλην καθίσταται
160δορὸς τὸ πρᾶγμα: μὴ γὰρ ὡς μεθήσομεν
δόξῃς ἀγῶνος τούσδ᾽ ἄτερ χαλυβδικοῦ.
τί δῆτα φήσεις, ποῖα πεδί᾽ ἀφαιρεθείς,
τί ῥυσιασθείς, πόλεμον Ἀργείοις ἔχειν;
ποίοις δ᾽ ἀμύνων συμμάχοις, τίνος δ᾽ ὕπερ
165θάψεις νεκροὺς πεσόντας; κακὸν λόγον
κτήσῃ πρὸς ἀστῶν, εἰ γέροντος οὕνεκα,
τύμβου, τὸ μηδὲν ὄντος, ὡς εἰπεῖν ἔπος,
παίδων <τε> τῶνδ᾽ ἐς ἄντλον ἐμβήσῃ πόδα:
παρεὶς τὸ λῷστον ἐλπίδ᾽ εὑρήσεις μόνον,
170καὶ τοῦτο πολλῷ τοῦ παρόντος ἐνδεές.
κακῶς γὰρ Ἀργείοισιν οἵδ᾽ ὡπλισμένοις
μάχοιντ᾽ ἂν ἡβήσαντες, εἴ <τι> τοῦτό σε
ψυχὴν ἐπαίρει, χοὐν μέσῳ πολὺς χρόνος
ἐν διεργασθεῖτ᾽ ἄν. ἀλλ᾽ ἐμοὶ πιθοῦ:
175δοὺς μηδέν, ἀλλὰ τἄμ᾽ ἐῶν ἄγειν ἐμὲ
κτῆσαι Μυκήνας, μηδ᾽ ὅπερ φιλεῖτε δρᾶν
πάθῃς σὺ τοῦτο, τοὺς ἀμείνονας παρὸν
φίλους ἑλέσθαι, τοὺς κακίονας λαβεῖν.

Χορός
τίς ἂν δίκην κρίνειεν γνοίη λόγον,
180πρὶν ἂν παρ᾽ ἀμφοῖν μῦθον ἐκμάθῃ σαφῶς;

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: