previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός
ᾤκτιρ᾽ ἀκούσας τούσδε συμφορᾶς, ἄναξ.
τὴν δ᾽ εὐγένειαν τῆς τύχης νικωμένην
νῦν δὴ μάλιστ᾽ ἐσεῖδον: οἵδε γὰρ πατρὸς
235ἐσθλοῦ γεγῶτες δυστυχοῦσ᾽ ἀναξίως.

Δημοφῶν
τρισσαί μ᾽ ἀναγκάζουσι συννοίας ὁδοί,
Ἰόλαε, τοὺς σοὺς μὴ παρώσασθαι λόγους:
τὸ μὲν μέγιστον Ζεὺς ἐφ᾽ οὗ σὺ βώμιος
θακεῖς νεοσσῶν τήνδ᾽ ἔχων πανήγυριν:
240τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶς
πράσσειν παρ᾽ ἡμῶν τούσδε πατρῴαν χάριν:
τό τ᾽ αἰσχρόν, οὗπερ δεῖ μάλιστα φροντίσαι:
εἰ γὰρ παρήσω τόνδε συλᾶσθαι βίᾳ
ξένου πρὸς ἀνδρὸς βωμόν, οὐκ ἐλευθέραν
245οἰκεῖν δοκήσω γαῖαν, Ἀργείων δ᾽ ὄκνῳ
ἱκέτας προδοῦναι: καὶ τάδ᾽ ἀγχόνης πέλας.
ἀλλ᾽ ὤφελες μὲν εὐτυχέστερος μολεῖν,
ὅμως δὲ καὶ νῦν μὴ τρέσῃς ὅπως σέ τις
σὺν παισὶ βωμοῦ τοῦδ᾽ ἀποσπάσει βίᾳ.
250

σὺ δ᾽ Ἄργος ἐλθὼν ταῦτά τ᾽ Εὐρυσθεῖ φράσον,
πρὸς τοῖσδέ τ᾽, εἴ τι τοισίδ᾽ ἐγκαλεῖ ξένοις,
δίκης κυρήσειν: τούσδε δ᾽ οὐκ ἄξεις ποτέ.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 1308
  • Cross-references to this page (2):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.2.2
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter IV
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: