previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰόλαος
παῖ, τί μοι σύννοιαν ὄμμασιν φέρων
ἥκεις; νέον τι πολεμίων λέξεις πέρι;
μέλλουσιν πάρεισιν τί πυνθάνῃ;
οὐ γάρ τι μὴ ψεύσῃς γε κήρυκος λόγους:
385 γὰρ στρατηγὸς εὐτυχὴς τὰ πρόσθεν ὢν
εἶσιν, σάφ᾽ οἶδα, καὶ μάλ᾽ οὐ σμικρὸν φρονῶν,
ἐς τὰς Ἀθήνας. ἀλλά τοι φρονημάτων
Ζεὺς κολαστὴς τῶν ἄγαν ὑπερφρόνων.

Δημοφῶν
ἥκει στράτευμ᾽ Ἀργεῖον Εὐρυσθεύς τ᾽ ἄναξ:
390ἐγώ νιν αὐτὸς εἶδον. ἄνδρα γὰρ χρεών,
ὅστις στρατηγεῖν φησ᾽ ἐπίστασθαι καλῶς,
οὐκ ἀγγέλοισι τοὺς ἐναντίους ὁρᾶν.
πεδία μὲν οὖν γῆς ἐς τάδ᾽ οὐκ ἐφῆκέ πω
στρατόν, λεπαίαν δ᾽ ὀφρύην καθήμενος
395σκοπεῖδόκησιν δὴ τόδ᾽ ἂν λέγοιμί σοι
ποίᾳ προσάξει στρατόπεδον τοσόνδ᾽ ὅροις
ἐν ἀσφαλεῖ τε τῆσδ᾽ ἱδρύσεται χθονός.
καὶ τἀμὰ μέντοι πάντ᾽ ἄραρ᾽ ἤδη καλῶς:
πόλις τ᾽ ἐν ὅπλοις, σφάγιά θ᾽ ἡτοιμασμένα
400ἕστηκεν οἷς χρὴ ταῦτα τέμνεσθαι θεῶν,
θυηπολεῖται δ᾽ ἄστυ μάντεων ὕπο.
χρησμῶν δ᾽ ἀοιδοὺς πάντας εἰς ἓν ἁλίσας
ἤλεγξα καὶ βέβηλα καὶ κεκρυμμένα
405[λόγια παλαιά, τῇδε γῇ σωτήρια].
καὶ τῶν μὲν ἄλλων διάφορ᾽ ἐστὶ θεσφάτοις
πόλλ᾽: ἓν δὲ πᾶσι γνῶμα ταὐτὸν ἐμπρέπει:
σφάξαι κελεύουσίν με παρθένον κόρῃ
Δήμητρος, ἥτις ἐστὶ πατρὸς εὐγενοῦς,
τροπαῖά τ᾽ ἐχθρῶν καὶ πόλει σωτήριαν.
410

ἐγὼ δ᾽ ἔχω μέν, ὡς ὁρᾷς, προθυμίαν
τοσήνδ᾽ ἐς ὑμᾶς: παῖδα δ᾽ οὔτ᾽ ἐμὴν κτενῶ
οὔτ᾽ ἄλλον ἀστῶν τῶν ἐμῶν ἀναγκάσω
ἄκονθ᾽: ἑκὼν δὲ τίς κακῶς οὕτω φρονεῖ,
ὅστις τὰ φίλτατ᾽ ἐκ χερῶν δώσει τέκνα;
415καὶ νῦν πυκνὰς ἂν συστάσεις ἂν εἰσίδοις,
τῶν μὲν λεγόντων ὡς δίκαιον ἦν ξένοις
ἱκέταις ἀρήγειν, τῶν δὲ μωρίαν ἐμοῦ
κατηγορούντων: εἰ δὲ δὴ δράσω τόδε,
οἰκεῖος ἤδη πόλεμος ἐξαρτύεται.
420

ταῦτ᾽ οὖν ὅρα σὺ καὶ συνεξεύρισχ᾽ ὅπως
αὐτοί τε σωθήσεσθε καὶ πέδον τόδε,
κἀγὼ πολίταις μὴ διαβληθήσομαι.
οὐ γὰρ τυραννίδ᾽ ὥστε βαρβάρων ἔχω:
ἀλλ᾽, ἢν δίκαια δρῶ, δίκαια πείσομαι.

Χορός
425ἀλλ᾽ πρόθυμον οὖσαν οὐκ ἐᾷ θεὸς
ξένοις ἀρήγειν τήνδε χρῄζουσιν πόλιν;

hide References (1 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.6.1
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: