previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

520

ἀλλ᾽ οὐδὲ μέντοι, τῶνδε μὲν τεθνηκότων,
αὐτὴ δὲ σωθεῖσ᾽, ἐλπίδ᾽ εὖ πράξειν ἔχω
πολλοὶ γὰρ ἤδη τῇδε προύδοσαν φίλους):
τίς γὰρ κόρην ἔρημον δάμαρτ᾽ ἔχειν
παιδοποιεῖν ἐξ ἐμοῦ βουλήσεται;
525οὔκουν θανεῖν ἄμεινον τούτων τυχεῖν
ἀναξίαν; ἄλλῃ δὲ κἂν πρέποι τινὶ
μᾶλλον τάδ᾽, ἥτις μὴ 'πίσημος ὡς ἐγώ.

ἡγεῖσθ᾽ ὅπου δεῖ σῶμα κατθανεῖν τόδε
καὶ στεμματοῦτε καὶκατάρχεσθ᾽, εἰ δοκεῖ†:
530νικᾶτε δ᾽ ἐχθρούς: ἥδε γὰρ ψυχὴ πάρα
ἑκοῦσα κοὐκ ἄκουσα: κἀξαγγέλλομαι
θνῄσκειν ἀδελφῶν τῶνδε κἀμαυτῆς ὕπερ.
εὕρημα γάρ τοι μὴ φιλοψυχοῦσ᾽ ἐγὼ
κάλλιστον ηὕρηκ᾽, εὐκλεῶς λιπεῖν βίον.

Χορός
535φεῦ φεῦ, τί λέξω παρθένου μέγαν λόγον
κλύων, ἀδελφῶν πάρος θέλει θανεῖν;
τούτων τίς ἂν λέξειε γενναίους λόγους
μᾶλλον, τίς ἂν δράσειεν ἀνθρώπων ἔτι;

Ἰόλαος
τέκνον, οὐκ ἔστ᾽ ἄλλοθεν τὸ σὸν κάρα
540ἀλλ᾽ ἐξ ἐκείνου: σπέρμα τῆς θείας φρενὸς
πέφυκας Ἡράκλειον: οὐδ᾽ αἰσχύνομαι
τοῖς σοῖς λόγοισι, τῇ τύχῃ δ᾽ ἀλγύνομαι.
ἀλλ᾽ γένοιτ᾽ ἂν ἐνδικωτέρως φράσω:
πάσας ἀδελφὰς δεῦρο χρὴ τὰς σὰς καλεῖν,
545κᾆθ᾽ λαχοῦσα θνῃσκέτω γένους ὕπερ:
σὲ δ᾽ οὐ δίκαιον κατθανεῖν ἄνευ πάλου.

Παρθένος
οὐκ ἂν θάνοιμι τῇ τύχῃ λαχοῦσ᾽ ἐγώ:
χάρις γὰρ οὐ πρόσεστι: μὴ λέξῃς, γέρον.
ἀλλ᾽, εἰ μὲν ἐνδέχεσθε καὶ βούλεσθέ μοι
550χρῆσθαι προθύμῳ, τὴν ἐμὴν ψυχὴν ἐγὼ
δίδωμ᾽ ἑκοῦσα τοῖσδ᾽, ἀναγκασθεῖσα δ᾽ οὔ.

Ἰόλαος
φεῦ:
ὅδ᾽ αὖ λόγος σοι τοῦ πρὶν εὐγενέστερος:
κἀκεῖνος ἦν ἄριστος: ἀλλ᾽ ὑπερφέρεις
555τόλμῃ τε τόλμαν καὶ λόγῳ χρηστῷ λόγον.
οὐ μὴν κελεύω γ᾽ οὐδ᾽ ἀπεννέπω, τέκνον,
θνῄσκειν σ᾽: ἀδελφοὺς <δ᾽> ὠφελεῖς θανοῦσα σούς.

Παρθένος
σοφῶς σε λύεις: μὴ τρέσῃς μιάσματος
τοὐμοῦ μετασχεῖν, ἀλλ᾽ ἐλευθερῶ σ᾽ <ἐγώ> [θάνω].
560

ἕπου δέ, πρέσβυσῇ γὰρ ἐνθανεῖν χερὶ
θέλω), πέπλοις δὲ σῶμ᾽ ἐμὸν κρύψον παρών:
ἕπουσφαγῆς γὰρ πρὸς τὸ δεινὸν εἶμ᾽ ἐγώ),
εἴπερ πέφυκα πατρὸς οὗπερ εὔχομαι.

Ἰόλαος
οὐκ ἂν δυναίμην σῷ παρεστάναι μόρῳ.

Παρθένος
565σὺ δ᾽ ἀλλὰ τοῦδε χρῇζε, μή μ᾽ ἐν ἀρσένων
ἀλλ᾽ ἐν γυναικῶν χερσὶν ἐκπνεῦσαι βίον.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 589
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: