next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἰόλαος

Ἰόλαος
Πάλαι ποτ᾽ ἐστὶ τοῦτ᾽ ἐμοὶ δεδογμένον:
μὲν δίκαιος τοῖς πέλας πέφυκ᾽ ἀνὴρ
<βοηθός, αὐτὸς συμφοραῖσιν ἐμπλακείς,>
δ᾽ ἐς τὸ κέρδος λῆμ᾽ ἔχων ἀνειμένον
πόλει τ᾽ ἄχρηστος καὶ συναλλάσσειν βαρύς,
5αὑτῷ δ᾽ ἄριστος: οἶδα δ᾽ οὐ λόγῳ μαθών.
ἐγὼ γὰρ αἰδοῖ καὶ τὸ συγγενὲς σέβων,
ἐξὸν κατ᾽ Ἄργος ἡσύχως ναίειν, πόνων
πλείστων μετέσχον εἷς ἀνὴρ Ἡρακλέει,
ὅτ᾽ ἦν μεθ᾽ ἡμῶν: νῦν δ᾽, ἐπεὶ κατ᾽ οὐρανὸν
10ναίει, τὰ κείνου τέκν᾽ ἔχων ὑπὸ πτεροῖς
σῴζω τάδ᾽ αὐτὸς δεόμενος σωτηρίας.
ἐπεὶ γὰρ αὐτῶν γῆς ἀπηλλάχθη πατήρ,
πρῶτον μὲν ἡμᾶς ἤθελ᾽ Εὐρυσθεὺς κτανεῖν:
ἀλλ᾽ ἐξέδραμεν, καὶ πόλις μὲν οἴχεται,
15ψυχὴ δ᾽ ἐσώθη. φεύγομεν δ᾽ ἀλώμενοι
ἄλλην ἀπ᾽ ἄλλης ἐξορισθέντες πόλιν.
πρὸς τοῖς γὰρ ἄλλοις καὶ τόδ᾽ Εὐρυσθεὺς κακοῖς
ὕβρισμ᾽ ἐς ἡμᾶς ἠξίωσεν ὑβρίσαι:
πέμπων ὅπου γῆς πυνθάνοιθ᾽ ἱδρυμένους
20κήρυκας ἐξαιτεῖ τε κἀξείργει χθονός,
πόλιν προτείνων Ἄργος οὐ σμικρὸν φίλην
ἐχθράν τε θέσθαι, χαὐτὸν εὐτυχοῦνθ᾽ ἅμα.
οἱ δ᾽ ἀσθενῆ μὲν τἀπ᾽ ἐμοῦ δεδορκότες,
σμικροὺς δὲ τούσδε καὶ πατρὸς τητωμένους,
25τοὺς κρείσσονας σέβοντες ἐξείργουσι γῆς.
ἐγὼ δὲ σὺν φεύγουσι συμφεύγω τέκνοις
καὶ σὺν κακῶς πράσσουσι συμπράσσω κακῶς,
ὀκνῶν προδοῦναι, μή τις ὧδ᾽ εἴπῃ βροτῶν:
Ἴδεσθ᾽, ἐπειδὴ παισὶν οὐκ ἔστιν πατήρ,
30Ἰόλαος οὐκ ἤμυνε συγγενὴς γεγώς.
πάσης δὲ χώρας Ἑλλάδος τητώμενοι,
Μαραθῶνα καὶ σύγκληρον ἐλθόντες χθόνα
ἱκέται καθεζόμεσθα βώμιοι θεῶν
προσωφελῆσαι: πεδία γὰρ τῆσδε χθονὸς
35δισσοὺς κατοικεῖν Θησέως παῖδας λόγος
κλήρῳ λαχόντας ἐκ γένους Πανδίονος,
τοῖσδ᾽ ἐγγὺς ὄντας: ὧν ἕκατι τέρμονας
κλεινῶν Ἀθηνῶν τήνδ᾽ ἀφικόμεσθ᾽ ὁδόν.
δυοῖν γερόντοιν δὲ στρατηγεῖται φυγή:
40ἐγὼ μὲν ἀμφὶ τοῖσδε καλχαίνων τέκνοις,
δ᾽ αὖ τὸ θῆλυ παιδὸς Ἀλκμήνη γένος
ἔσωθε ναοῦ τοῦδ᾽ ὑπηγκαλισμένη
σῴζει: νέας γὰρ παρθένους αἰδούμεθα
ὄχλῳ πελάζειν κἀπιβωμιοστατεῖν.
45Ὕλλος δ᾽ ἀδελφοί θ᾽ οἷσι πρεσβεύει γένος
ζητοῦσ᾽ ὅπου γῆς πύργον οἰκιούμεθα,
ἢν τῆσδ᾽ ἀπωθώμεσθα πρὸς βίαν χθονός.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: