previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἄγγελος
δέσποινα, μύθους σοί τεσυντομωτάτους:
785κλύειν ἐμοί τε τῷδε καλλίστους φέρω†:
νικῶμεν ἐχθροὺς καὶ τροπαῖ᾽ ἱδρύεται
παντευχίαν ἔχοντα πολεμίων σέθεν.

Ἀλκμήνη
φίλταθ᾽, ἥδε σ᾽ ἡμέρα διώλβισεν:
ἠλευθέρωσαι τοῖσδε τοῖς ἀγγέλμασιν.
790μιᾶς δ᾽ ἔμ᾽ οὔπω συμφορᾶς ἐλευθεροῖς:
φόβος γὰρ εἴ μοι ζῶσιν οὓς ἐγὼ θέλω.

Ἄγγελος
ζῶσιν, μέγιστόν γ᾽ εὐκλεεῖς κατὰ στρατόν.

Ἀλκμήνη
μὲν γέρων οὖν ἔστιν Ἰόλεως ἔτι;

Ἄγγελος
μάλιστα, πράξας γ᾽ ἐκ θεῶν κάλλιστα δή.

Ἀλκμήνη
795τί δ᾽ ἔστι; μῶν τι κεδνὸν ἠγωνίζετο;

Ἄγγελος
νέος μεθέστηκ᾽ ἐκ γέροντος αὖθις αὖ.

Ἀλκμήνη
θαυμάστ᾽ ἔλεξας: ἀλλά σ᾽ εὐτυχῆ φίλων
μάχης ἀγῶνα πρῶτον ἀγγεῖλαι θέλω.

Ἄγγελος

Ἄγγελος
εἷς μου λόγος σοι πάντα σημανεῖ τάδε.
800ἐπεὶ γὰρ ἀλλήλοισιν ὁπλίτην στρατὸν
κατὰ στόμ᾽ ἐκτείνοντες ἀντετάξαμεν,
ἐκβὰς τεθρίππων Ὕλλος ἁρμάτων πόδα
ἔστη μέσοισιν ἐν μεταιχμίοις δορός.
κἄπειτ᾽ ἔλεξεν: "" στρατήγ᾽ ὃς Ἀργόθεν
805ἥκεις, τί τήνδε γαῖαν οὐκ εἰάσαμεν
< >
< >
καὶ τὰς Μυκήνας οὐδὲν ἐργάσῃ κακὸν
ἀνδρῶν στερήσας: ἀλλ᾽ ἐμοὶ μόνος μόνῳ
μάχην συνάψας, κτανὼν ἄγου λαβὼν
τοὺς Ἡρακλείους παῖδας θανὼν ἐμοὶ
810τιμὰς πατρῴους καὶ δόμους ἔχειν ἄφες.
στρατὸς δ᾽ ἐπῄνεσ᾽ ἔς τ᾽ ἀπαλλαγὰς πόνων
καλῶς λελέχθαι μῦθον ἔς τ᾽ εὐψυχίαν.
δ᾽ οὔτε τοὺς κλύοντας αἰδεσθεὶς λόγων
οὔτ᾽ αὐτὸς αὑτοῦ δειλίαν στρατηγὸς ὢν
815ἐλθεῖν ἐτόλμησ᾽ ἐγγὺς ἀλκίμου δορός,
ἀλλ᾽ ἦν κάκιστος: εἶτα τοιοῦτος γεγὼς
τοὺς Ἡρακλείους ἦλθε δουλώσων γόνους;
Ὕλλος μὲν οὖν ἀπῴχετ᾽ ἐς τάξιν πάλιν:
μάντεις δ᾽, ἐπειδὴ μονομάχου δι᾽ ἀσπίδος
820διαλλαγὰς ἔγνωσαν οὐ τελουμένας,
ἔσφαζον, οὐκ ἔμελλον, ἀλλ᾽ ἀφίεσαν
λαιμῶν βοείων εὐθὺς οὔριον φόνον.
οἱ δ᾽ ἅρματ᾽ εἰσέβαινον, οἱ δ᾽ ὑπ᾽ ἀσπίδων
πλευροῖς ἔχριμπτον πλεύρ᾽: Ἀθηναίων δ᾽ ἄναξ
825στρατῷ παρήγγελλ᾽ οἷα χρὴ τὸν εὐγενῆ:
"" ξυμπολῖται, τῇ τε βοσκούσῃ χθονὶ
καὶ τῇ τεκούσῃ νῦν τιν᾽ ἀρκέσαι χρεών.
δ᾽ αὖ τό τ᾽ Ἄργος μὴ καταισχῦναι θέλειν
καὶ τὰς Μυκήνας συμμάχους ἐλίσσετο.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1409
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: