previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

830

ἐπεὶ δ᾽ ἐσήμην᾽ ὄρθιον Τυρσηνικῇ
σάλπιγγι καὶ συνῆψαν ἀλλήλοις μάχην,
πόσον τιν᾽ αὐχεῖς πάταγον ἀσπίδων βρέμειν,
πόσον τινὰ στεναγμὸν οἰμωγήν θ᾽ ὁμοῦ;
τὰ πρῶτα μέν νυν πίτυλος Ἀργείου δορὸς
835ἐρρήξαθ᾽ ἡμᾶς, εἶτ᾽ ἐχώρησαν πάλιν.
τὸ δεύτερον δὲ ποὺς ἐπαλλαχθεὶς ποδί,
ἀνὴρ δ᾽ ἐπ᾽ ἀνδρὶ στάς, ἐκαρτέρει μάχη:
πολλοὶ δ᾽ ἔπιπτον. ἦν δὲ δύο κελεύματα
"" τὰς Ἀθήνας — "" τὸν Ἀργείων γύην
840σπείροντεςοὐκ ἀρήξετ᾽ αἰσχύνην πόλει;
μόλις δὲ πάντα δρῶντες οὐκ ἄτερ πόνων
ἐτρεψάμεσθ᾽ Ἀργεῖον ἐς φυγὴν δόρυ.

κἀνταῦθ᾽ πρέσβυς Ὕλλον ἐξορμώμενον
ἰδών, ὀρέξας ἱκέτευσε δεξιὰν
845Ἰόλαος ἐμβῆσαί νιν ἵππειον δίφρον.
λαβὼν δὲ χερσὶν ἡνίας Εὐρυσθέως
πώλοις ἐπεῖχε. τἀπὸ τοῦδ᾽ ἤδη κλύων
λέγοιμ᾽ ἂν ἄλλων, δεῦρο γ᾽ αὐτὸς εἰσιδών.
Παλληνίδος γὰρ σεμνὸν ἐκπερῶν πάγον
850δίας Ἀθάνας, ἅρμ᾽ ἰδὼν Εὐρυσθέως,
ἠράσαθ᾽ Ἥβῃ Ζηνί θ᾽ ἡμέραν μίαν
νέος γενέσθαι κἀποτείσασθαι δίκην
ἐχθρούς. κλύειν δὴ θαύματος πάρεστί σοι.
δισσὼ γὰρ ἀστέρ᾽ ἱππικοῖς ἐπὶ ζυγοῖς
855σταθέντ᾽ ἔκρυψαν ἅρμα λυγαίῳ νέφει:
σὸν δὴ λέγουσι παῖδά γ᾽ οἱ σοφώτεροι
Ἥβην θ᾽: δ᾽ ὄρφνης ἐκ δυσαιθρίου νέων
βραχιόνων ἔδειξεν ἡβητὴν τύπον.
αἱρεῖ δ᾽ κλεινὸς Ἰόλεως Εὐρυσθέως
860τέτρωρον ἅρμα πρὸς πέτραις Σκιρωνίσιν,
δεσμοῖς τε δήσας χεῖρας ἀκροθίνιον
κάλλιστον ἥκει τὸν στρατηλάτην ἄγων
τὸν ὄλβιον πάροιθε. τῇ δὲ νῦν τύχῃ
βροτοῖς ἅπασι λαμπρὰ κηρύσσει μαθεῖν,
865τὸν εὐτυχεῖν δοκοῦντα μὴ ζηλοῦν πρὶν ἂν
θανόντ᾽ ἴδῃ τις: ὡς ἐφήμεροι τύχαι.

Χορός
Ζεῦ τροπαῖε, νῦν ἐμοὶ δεινοῦ φόβου
ἐλεύθερον πάρεστιν ἦμαρ εἰσιδεῖν.

hide References (3 total)
  • Commentary references to this page (1):
    • E.C. Marchant, Commentary on Thucydides: Book 7, 7.71
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: