Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ἐμοὶ χορὸς μὲν ἡδὺ καὶ λίγεια λω-
τοῦ χάρις ἀμφὶ δαῖτα:
εἴη δ᾽ <ἂν> εὔχαρις Ἀφροδίτα:
895τερπνὸν δέ τι καὶ φίλων ἆρ᾽
εὐτυχίαν ἰδέσθαι
τῶν πάρος οὐ δοκούντων.
πολλὰ γὰρ τίκτει Μοῖρα τελεσσιδώ-
900τειρ᾽ Αἰών τε Χρόνου παῖς.