previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἱππόλυτος

Ἱππόλυτος
πάτερ, μένος μὲν ξύντασίς τε σῶν φρενῶν
δεινή: τὸ μέντοι πρᾶγμ᾽, ἔχον καλοὺς λόγους,
985εἴ τις διαπτύξειεν οὐ καλὸν τόδε.
ἐγὼ δ᾽ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον,
ἐς ἥλικας δὲ κὠλίγους σοφώτερος:
ἔχει δὲ μοῖραν καὶ τόδ᾽: οἱ γὰρ ἐν σοφοῖς
φαῦλοι παρ᾽ ὄχλῳ μουσικώτεροι λέγειν.
990ὅμως δ᾽ ἀνάγκη, ξυμφορᾶς ἀφιγμένης,
γλῶσσάν μ᾽ ἀφεῖναι. πρῶτα δ᾽ ἄρξομαι λέγειν
ὅθεν μ᾽ ὑπῆλθες πρῶτον ὡς διαφθερῶν
οὐκ ἀντιλέξοντ᾽. εἰσορᾷς φάος τόδε
καὶ γαῖαν: ἐν τοῖσδ᾽ οὐκ ἔνεστ᾽ ἀνὴρ ἐμοῦ,
995οὐδ᾽ ἢν σὺ μὴ φῇς, σωφρονέστερος γεγώς.
ἐπίσταμαι γὰρ πρῶτα μὲν θεοὺς σέβειν
φίλοις τε χρῆσθαι μὴ ἀδικεῖν πειρωμένοις
ἀλλ᾽ οἷσιν αἰδὼς μήτ᾽ ἐπαγγέλλειν κακὰ
μήτ᾽ ἀνθυπουργεῖν αἰσχρὰ τοῖσι χρωμένοι,:
1000οὐκ ἐγγελαστὴς τῶν ὁμιλούντων, πάτερ,
ἀλλ᾽ αὑτὸς οὐ παροῦσι κἀγγὺς ὢν φίλοις.
ἑνὸς δ᾽ ἄθικτος, με νῦν ἔχειν δοκεῖς:
λέχους γὰρ ἐς τόδ᾽ ἡμέρας ἁγνὸν δέμας:
οὐκ οἶδα πρᾶξιν τήνδε πλὴν λόγῳ κλύων
1005γραφῇ τε λεύσσων: οὐδὲ ταῦτα γὰρ σκοπεῖν
πρόθυμός εἰμι, παρθένον ψυχὴν ἔχων.

καὶ δὴ τὸ σῶφρον τοὐμὸν οὐ πείθει σ᾽: ἴτω:
δεῖ δή σε δεῖξαι τῷ τρόπῳ διεφθάρην.
πότερα τὸ τῆσδε σῶμ᾽ ἐκαλλιστεύετο
1010πασῶν γυναικῶν; σὸν οἰκήσειν δόμον
ἔγκληρον εὐνὴν προσλαβὼν ἐπήλπισα;
[μάταιος ἆρ᾽ ἦν, οὐδαμοῦ μὲν οὖν φρενῶν.
ἀλλ᾽ ὡς τυραννεῖν ἡδὺ τοῖσι σώφροσιν;
ἥκιστ᾽, ἐπεί τοι τὰς φρένας διέφθορεν
1015θνητῶν ὅσοισιν ἁνδάνει μοναρχία.]
ἐγὼ δ᾽ ἀγῶνας μὲν κρατεῖν Ἑλληνικοὺς
πρῶτος θέλοιμ᾽ ἄν, ἐν πόλει δὲ δεύτερος
σὺν τοῖς ἀρίστοις εὐτυχεῖν ἀεὶ φίλοις:
πράσσειν τε γὰρ πάρεστι, κίνδυνός τ᾽ ἀπὼν
1020κρείσσω δίδωσι τῆς τυραννίδος χάριν.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: