previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἱππόλυτος
1060 θεοί, τί δῆτα τοὐμὸν οὐ λύω στόμα,
ὅστις γ᾽ ὑφ᾽ ὑμῶν, οὓς σέβω, διόλλυμαι;
οὐ δῆτα: πάντως οὐ πίθοιμ᾽ ἂν οὕς με δεῖ,
μάτην δ᾽ ἂν ὅρκους συγχέαιμ᾽ οὓς ὤμοσα.

Θησεύς
οἴμοι, τὸ σεμνὸν ὥς μ᾽ ἀποκτενεῖ τὸ σόν.
1065οὐκ εἶ πατρῴας ἐκτὸς ὡς τάχιστα γῆς;

Ἱππόλυτος
ποῖ δῆθ᾽ τλήμων τρέψομαι; τίνος ξένων
δόμους ἔσειμι, τῇδ᾽ ἐπ᾽ αἰτίᾳ φυγών;

Θησεύς
ὅστις γυναικῶν λυμεῶνας ἥδεται
ξένους κομίζων καὶ ξυνοικούρους κακῶν.

Ἱππόλυτος
1070αἰαῖ, πρὸς ἧπαρ: δακρύων ἐγγὺς τόδε,
εἰ δὴ κακός γε φαίνομαι δοκῶ τε σοί.

Θησεύς
τότε στενάζειν καὶ προγιγνώσκειν σ᾽ ἐχρῆν
ὅτ᾽ ἐς πατρῴαν ἄλοχον ὑβρίζειν ἔτλης.

Ἱππόλυτος
δώματ᾽, εἴθε φθέγμα γηρύσαισθέ μοι
1075καὶ μαρτυρήσαιτ᾽ εἰ κακὸς πέφυκ᾽ ἀνήρ.

Θησεύς
ἐς τοὺς ἀφώνους μάρτυρας φεύγεις σοφῶς:
τὸ δ᾽ ἔργον οὐ λέγον σε μηνύει κακόν.

Ἱππόλυτος
φεῦ:
εἴθ᾽ ἦν ἐμαυτὸν προσβλέπειν ἐναντίον
στάνθ᾽, ὡς ἐδάκρυσ᾽ οἷα πάσχομεν κακά.

Θησεύς
1080πολλῷ γε μᾶλλον σαυτὸν ἤσκησας σέβειν
τοὺς τεκόντας ὅσια δρᾶν δίκαιος ὤν.

Ἱππόλυτος
δυστάλαινα μῆτερ, πικραὶ γοναί:
μηδείς ποτ᾽ εἴη τῶν ἐμῶν φίλων νόθος.

Θησεύς
οὐχ ἕλξετ᾽ αὐτόν, δμῶες; οὐκ ἀκούετε
1085πάλαι ξενοῦσθαι τόνδε προυννέποντά με;

Ἱππόλυτος
κλαίων τις αὐτῶν ἆρ᾽ ἐμοῦ γε θίξεται:
σὺ δ᾽ αὐτός, εἴ σοι θυμός, ἐξώθει χθονός.

Θησεύς
δράσω τάδ᾽, εἰ μὴ τοῖς ἐμοῖς πείσῃ λόγοις:
οὐ γάρ τις οἶκτος σῆς μ᾽ ὑπέρχεται φυγῆς.

Ἱππόλυτος
1090ἄραρεν, ὡς ἔοικεν: τάλας ἐγώ:
ὡς οἶδα μὲν ταῦτ᾽, οἶδα δ᾽ οὐχ ὅπως φράσω.
φιλτάτη μοι δαιμόνων Λητοῦς κόρη,
σύνθακε, συγκύναγε, φευξούμεσθα δὴ
κλεινὰς Ἀθήνας. ἀλλὰ χαιρέτω πόλις
1095καὶ γαῖ᾽ Ἐρεχθέως: πέδον Τροζήνιον,
ὡς ἐγκαθηβᾶν πόλλ᾽ ἔχεις εὐδαίμονα,
χαῖρ᾽: ὕστατον γάρ σ᾽ εἰσορῶν προσφθέγγομαι.

ἴτ᾽ νέοι μοι τῆσδε γῆς ὁμήλικες,
προσείπαθ᾽ ἡμᾶς καὶ προπέμψατε χθονός:
1100ὡς οὔποτ᾽ ἄλλον ἄνδρα σωφρονέστερον
ὄψεσθε, κεἰ μὴ ταῦτ᾽ ἐμῷ δοκεῖ πατρί.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 911-1085
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: