previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δ᾽ ἔρημον χῶρον εἰσεβάλλομεν,
ἀκτή τις ἔστι τοὐπέκεινα τῆσδε γῆς
1200πρὸς πόντον ἤδη κειμένη Σαρωνικόν.
ἔνθεν τις ἠχὼ χθόνιος ὡς βροντὴ Διὸς
βαρὺν βρόμον μεθῆκε, φρικώδη κλύειν:
ὀρθὸν δὲ κρᾶτ᾽ ἔστησαν οὖς τ᾽ ἐς οὐρανὸν
ἵπποι: παρ᾽ ἡμῖν δ᾽ ἦν φόβος νεανικὸς
1205πόθεν ποτ᾽ εἴη φθόγγος. ἐς δ᾽ ἁλιρρόθους
ἀκτὰς ἀποβλέψαντες ἱερὸν εἴδομεν
κῦμ᾽ οὐρανῷ στηρίζον, ὥστ᾽ ἀφῃρέθη
Σκίρωνος ἀκτὰς ὄμμα τοὐμὸν εἰσορᾶν,
ἔκρυπτε δ᾽ Ἰσθμὸν καὶ πέτραν Ἀσκληπιοῦ.
1210κἄπειτ᾽ ἀνοιδῆσάν τε καὶ πέριξ ἀφρὸν
πολὺν καχλάζον ποντίῳ φυσήματι
χωρεῖ πρὸς ἀκτὰς οὗ τέθριππος ἦν ὄχος.
αὐτῷ δὲ σὺν κλύδωνι καὶ τρικυμίᾳ
κῦμ᾽ ἐξέθηκε ταῦρον, ἄγριον τέρας:
1215οὗ πᾶσα μὲν χθὼν φθέγματος πληρουμένη
φρικῶδες ἀντεφθέγγετ᾽, εἰσορῶσι δὲ
κρεῖσσον θέαμα δεργμάτων ἐφαίνετο.
εὐθὺς δὲ πώλοις δεινὸς ἐμπίπτει φόβος.
καὶ δεσπότης μὲν ἱππικοῖσιν ἤθεσιν
1220πολὺς ξυνοικῶν ἥρπασ᾽ ἡνίας χεροῖν,
ἕλκει δὲ κώπην ὥστε ναυβάτης ἀνήρ,
ἱμᾶσιν ἐς τοὔπισθεν ἀρτήσας δέμας:
αἱ δ᾽ ἐνδακοῦσαι στόμια πυριγενῆ γνάθοις
βίᾳ φέρουσιν, οὔτε ναυκλήρου χερὸς
1225οὔθ᾽ ἱπποδέσμων οὔτε κολλητῶν ὄχων
μεταστρέφουσαι. κεἰ μὲν ἐς τὰ μαλθακὰ
γαίας ἔχων οἴακας εὐθύνοι δρόμον,
προυφαίνετ᾽ ἐς τὸ πρόσθεν, ὥστ᾽ ἀναστρέφειν,
ταῦρος, φόβῳ τέτρωρον ἐκμαίνων ὄχον:
1230εἰ δ᾽ ἐς πέτρας φέροιντο μαργῶσαι φρένας,
σιγῇ πελάζων ἄντυγι ξυνείπετο,
ἐς τοῦθ᾽ ἕως ἔσφηλε κἀνεχαίτισεν
ἁψῖδα πέτρῳ προσβαλὼν ὀχήματος.
σύμφυρτα δ᾽ ἦν ἅπαντα: σύριγγές τ᾽ ἄνω
1235τροχῶν ἐπήδων ἀξόνων τ᾽ ἐνήλατα,
αὐτὸς δ᾽ τλήμων ἡνίαισιν ἐμπλακεὶς
δεσμὸν δυσεξήνυστον ἕλκεται δεθείς,
σποδούμενος μὲν πρὸς πέτραις φίλον κάρα
θραύων τε σάρκας, δεινὰ δ᾽ ἐξαυδῶν κλύειν:
1240Στῆτ᾽, φάτναισι ταῖς ἐμαῖς τεθραμμέναι,
μή μ᾽ ἐξαλείψητ᾽: πατρὸς τάλαιν᾽ ἀρά.
τίς ἄνδρ᾽ ἄριστον βούλεται σῶσαι παρών;

hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 1186-1222
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: