previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Χορός
170ἀλλ᾽ ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶν
τήνδε κομίζουσ᾽ ἔξω μελάθρων.
στυγνὸν δ᾽ ὀφρύων νέφος αὐξάνεται.
τί ποτ᾽ ἔστι μαθεῖν ἔραται ψυχή,
τί δεδήληται
175δέμας ἀλλόχροον βασιλείας.

Τροφός
κακὰ θνητῶν στυγεραί τε νόσοι.
τί σ᾽ ἐγὼ δράσω; τί δὲ μὴ δράσω;
τόδε σοι φέγγος, λαμπρὸς ὅδ᾽ αἰθήρ,
ἔξω δὲ δόμων ἤδη νοσερᾶς
180δέμνια κοίτης.
δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι,
τάχα δ᾽ ἐς θαλάμους σπεύσεις τὸ πάλιν.
ταχὺ γὰρ σφάλλῃ κοὐδενὶ χαίρεις,
οὐδέ σ᾽ ἀρέσκει τὸ παρόν, τὸ δ᾽ ἀπὸν
185φίλτερον ἡγῇ.
κρεῖσσον δὲ νοσεῖν θεραπεύειν:
τὸ μέν ἐστιν ἁπλοῦν, τῷ δὲ συνάπτει
λύπη τε φρενῶν χερσίν τε πόνος.
πᾶς δ᾽ ὀδυνηρὸς βίος ἀνθρώπων
190κοὐκ ἔστι πόνων ἀνάπαυσις.
ἀλλ᾽ τι τοῦ ζῆν φίλτερον ἄλλο
σκότος ἀμπίσχων κρύπτει νεφέλαις.
δυσέρωτες δὴ φαινόμεθ᾽ ὄντες
τοῦδ᾽ τι τοῦτο στίλβει κατὰ γῆν
195δι᾽ ἀπειροσύνην ἄλλου βιότου
κοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας,
μύθοις δ᾽ ἄλλως φερόμεσθα.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: