previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Φαίδρα

Φαίδρα
Τροζήνιαι γυναῖκες, αἳ τόδ᾽ ἔσχατον
οἰκεῖτε χώρας Πελοπίας προνώπιον,
375ἤδη ποτ᾽ ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ
θνητῶν ἐφρόντισ᾽ διέφθαρται βίος.
καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν
πράσσειν κάκιον: ἔστι γὰρ τό γ᾽ εὖ φρονεῖν
πολλοῖσιν: ἀλλὰ τῇδ᾽ ἀθρητέον τόδε:
380τὰ χρήστ᾽ ἐπιστάμεσθα καὶ γιγνώσκομεν,
οὐκ ἐκπονοῦμεν δ᾽, οἱ μὲν ἀργίας ὕπο,
οἱ δ᾽ ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ
ἄλλην τιν᾽. εἰσὶ δ᾽ ἡδοναὶ πολλαὶ βίου,
μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν,
385αἰδώς τε. δισσαὶ δ᾽ εἰσίν, μὲν οὐ κακή,
δ᾽ ἄχθος οἴκων. εἰ δ᾽ καιρὸς ἦν σαφής,
οὐκ ἂν δύ᾽ ἤστην ταὔτ᾽ ἔχοντε γράμματα.
ταῦτ᾽ οὖν ἐπειδὴ τυγχάνω προγνοῦσ᾽ ἐγώ,
οὐκ ἔσθ᾽ ὁποίῳ φαρμάκῳ διαφθερεῖν
390ἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν.

λέξω δὲ καί σοι τῆς ἐμῆς γνώμης ὁδόν.
ἐπεί μ᾽ ἔρως ἔτρωσεν, ἐσκόπουν ὅπως
κάλλιστ᾽ ἐνέγκαιμ᾽ αὐτόν. ἠρξάμην μὲν οὖν
ἐκ τοῦδε, σιγᾶν τήνδε καὶ κρύπτειν νόσον.
395γλώσσῃ γὰρ οὐδὲν πιστόν, θυραῖα μὲν
φρονήματ᾽ ἀνδρῶν νουθετεῖν ἐπίσταται,
αὐτὴ δ᾽ ὑφ᾽ αὑτῆς πλεῖστα κέκτηται κακά.
τὸ δεύτερον δὲ τὴν ἄνοιαν εὖ φέρειν
τῷ σωφρονεῖν νικῶσα προυνοησάμην.
400τρίτον δ᾽, ἐπειδὴ τοισίδ᾽ οὐκ ἐξήνυτον
Κύπριν κρατῆσαι, κατθανεῖν ἔδοξέ μοι,
κράτιστονοὐδεὶς ἀντερεῖβουλευμάτων.
ἐμοὶ γὰρ εἴη μήτε λανθάνειν καλὰ
μήτ᾽ αἰσχρὰ δρώσῃ μάρτυρας πολλοὺς ἔχειν.
405τὸ δ᾽ ἔργον ᾔδη τὴν νόσον τε δυσκλεᾶ,
γυνή τε πρὸς τοῖσδ᾽ οὖσ᾽ ἐγίγνωσκον καλῶς,
μίσημα πᾶσιν. ὡς ὄλοιτο παγκάκως
ἥτις πρὸς ἄνδρας ἤρξατ᾽ αἰσχύνειν λέχη
πρώτη θυραίους. ἐκ δὲ γενναίων δόμων
410τόδ᾽ ἦρξε θηλείαισι γίγνεσθαι κακόν:
ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῇ,
κάρτα δόξει τοῖς κακοῖς γ᾽ εἶναι καλά.
μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις,
λάθρᾳ δὲ τόλμας οὐ καλὰς κεκτημένας:
415αἳ πῶς ποτ᾽, δέσποινα ποντία Κύπρι,
βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶν
οὐδὲ σκότον φρίσσουσι τὸν ξυνεργάτην
τέραμνά τ᾽ οἴκων μή ποτε φθογγὴν ἀφῇ;

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 123
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: