previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἡμᾶς γὰρ αὐτὸ τοῦτ᾽ ἀποκτείνει, φίλαι,
420ὡς μήποτ᾽ ἄνδρα τὸν ἐμὸν αἰσχύνασ᾽ ἁλῶ,
μὴ παῖδας οὓς ἔτικτον: ἀλλ᾽ ἐλεύθεροι
παρρησίᾳ θάλλοντες οἰκοῖεν πόλιν
κλεινῶν Ἀθηνῶν, μητρὸς οὕνεκ᾽ εὐκλεεῖς.
δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ,
425ὅταν ξυνειδῇ μητρὸς πατρὸς κακά.
μόνον δὲ τοῦτό φασ᾽ ἁμιλλᾶσθαι βίῳ,
γνώμην δικαίαν κἀγαθήν ὅτῳ παρῇ.
κακοὺς δὲ θνητῶν ἐξέφην᾽ ὅταν τύχῃ,
προθεὶς κάτοπτρον ὥστε παρθένῳ νέᾳ,
430χρόνος: παρ᾽ οἷσι μήποτ᾽ ὀφθείην ἐγώ.

Χορός
φεῦ φεῦ, τὸ σῶφρον ὡς ἁπανταχοῦ καλὸν
καὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται.

Τροφός

Τροφός
δέσποιν᾽, ἐμοί τοι συμφορὰ μὲν ἀρτίως
σὴ παρέσχε δεινὸν ἐξαίφνης φόβον:
435νῦν δ᾽ ἐννοοῦμαι φαῦλος οὖσα, κἀν βροτοῖς
αἱ δεύτεραί πως φροντίδες σοφώτεραι.
οὐ γὰρ περισσὸν οὐδὲν οὐδ᾽ ἔξω λόγου
πέπονθας, ὀργαὶ δ᾽ ἐς σ᾽ ἀπέσκηψαν θεᾶς.
ἐρᾷς: τί τοῦτο θαῦμα; σὺν πολλοῖς βροτῶν.
440κἄπειτ᾽ ἔρωτος οὕνεκα ψυχὴν ὀλεῖς;
οὔ τἄρα λύει τοῖς ἐρῶσι τῶν πέλας,
ὅσοι τε μέλλουσ᾽, εἰ θανεῖν αὐτοὺς χρεών.
Κύπρις γὰρ οὐ φορητὸν ἢν πολλὴ ῥυῇ,
τὸν μὲν εἴκονθ᾽ ἡσυχῇ μετέρχεται,
445ὃν δ᾽ ἂν περισσὸν καὶ φρονοῦνθ᾽ εὕρῃ μέγα,
τοῦτον λαβοῦσα πῶς δοκεῖς καθύβρισεν.

φοιτᾷ δ᾽ ἀν᾽ αἰθέρ᾽, ἔστι δ᾽ ἐν θαλασσίῳ
κλύδωνι Κύπρις, πάντα δ᾽ ἐκ ταύτης ἔφυ:
ἥδ᾽ ἐστὶν σπείρουσα καὶ διδοῦσ᾽ ἔρον,
450οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν᾽ ἔκγονοι.
ὅσοι μὲν οὖν γραφάς τε τῶν παλαιτέρων
ἔχουσιν αὐτοί τ᾽ εἰσὶν ἐν μούσαις ἀεὶ
ἴσασι μὲν Ζεὺς ὥς ποτ᾽ ἠράσθη γάμων
Σεμέλης, ἴσασι δ᾽ ὡς ἀνήρπασέν ποτε
455 καλλιφεγγὴς Κέφαλον ἐς θεοὺς Ἕως
ἔρωτος οὕνεκ᾽: ἀλλ᾽ ὅμως ἐν οὐρανῷ
ναίουσι κοὐ φεύγουσιν ἐκποδὼν θεούς,
στέργουσι δ᾽, οἶμαι, ξυμφορᾷ νικώμενοι.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: