previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


σὺ δ᾽ οὐκ ἀνέξῃ; χρῆν σ᾽ ἐπὶ ῥητοῖς ἄρα
460πατέρα φυτεύειν, 'πὶ δεσπόταις θεοῖς
ἄλλοισιν, εἰ μὴ τούσδε γε στέρξεις νόμους.
πόσους δοκεῖς δὴ κάρτ᾽ ἔχοντας εὖ φρενῶν
νοσοῦνθ᾽ ὁρῶντας λέκτρα μὴ δοκεῖν ὁρᾶν;
πόσους δὲ παισὶ πατέρας ἡμαρτηκόσι
465συνεκκομίζειν Κύπριν; ἐν σοφοῖσι γὰρ
τάδ᾽ ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά.
οὐδ᾽ ἐκπονεῖν τοι χρὴ βίον λίαν βροτούς:
οὐδὲ στέγην γὰρ κατηρεφεῖς δόμοι
καλῶς ἀκριβώσαις ἄν: ἐς δὲ τὴν τύχην
470πεσοῦσ᾽ ὅσην σύ, πῶς ἂν ἐκνεῦσαι δοκεῖς;
ἀλλ᾽ εἰ τὰ πλείω χρηστὰ τῶν κακῶν ἔχεις,
ἄνθρωπος οὖσα κάρτα γ᾽ εὖ πράξειας ἄν.

ἀλλ᾽, φίλη παῖ, λῆγε μὲν κακῶν φρενῶν,
λῆξον δ᾽ ὑβρίζουσ᾽: οὐ γὰρ ἄλλο πλὴν ὕβρις
475τάδ᾽ ἐστί, κρείσσω δαιμόνων εἶναι θέλειν,
τόλμα δ᾽ ἐρῶσα: θεὸς ἐβουλήθη τάδε.
νοσοῦσα δ᾽ εὖ πως τὴν νόσον καταστρέφου.
εἰσὶν δ᾽ ἐπῳδαὶ καὶ λόγοι θελκτήριοι:
φανήσεταί τι τῆσδε φάρμακον νόσου.
480 τἄρ᾽ ἂν ὀψέ γ᾽ ἄνδρες ἐξεύροιεν ἄν,
εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν.

Χορός
Φαίδρα, λέγει μὲν ἥδε χρησιμώτερα
πρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ.
δ᾽ αἶνος οὗτος δυσχερέστερος λόγων
485τῶν τῆσδε καί σοι μᾶλλον ἀλγίων κλύειν.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.2.4
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: