previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Φαίδρα
τοῦτ᾽ ἔσθ᾽ θνητῶν εὖ πόλεις οἰκουμένας
δόμους τ᾽ ἀπόλλυσ᾽, οἱ καλοὶ λίαν λόγοι.
οὐ γάρ τι τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν,
ἀλλ᾽ ἐξ ὅτου τις εὐκλεὴς γενήσεται.

Τροφός
490τί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνων
δεῖ σ᾽, ἀλλὰ τἀνδρός. ὡς τάχος διιστέον,
τὸν εὐθὺν ἐξειπόντας ἀμφὶ σοῦ λόγον.
εἰ μὲν γὰρ ἦν σοι μὴ 'πὶ συμφοραῖς βίος
τοιαῖσδε, σώφρων δ᾽ οὖσ᾽ ἐτύγχανες γυνή,
495οὐκ ἄν ποτ᾽ εὐνῆς οὕνεχ᾽ ἡδονῆς τε σῆς
προῆγον ἄν σε δεῦρο: νῦν δ᾽ ἀγὼν μέγας
σῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε.

Φαίδρα
δεινὰ λέξασ᾽, οὐχὶ συγκλῄσεις στόμα
καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους;

Τροφός
500αἴσχρ᾽, ἀλλ᾽ ἀμείνω τῶν καλῶν τάδ᾽ ἐστί σοι:
κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε,
τοὔνομ᾽, σὺ κατθανῇ γαυρουμένη.

Φαίδρα
μή σε πρὸς θεῶνεὖ λέγεις γάρ, αἰσχρὰ δέ
πέρα προβῇς τῶνδ᾽: ὡς ὑπείργασμαι μὲν εὖ
505ψυχὴν ἔρωτι, τᾀσχρὰ δ᾽ ἢν λέγῃς καλῶς,
ἐς τοῦθ᾽ φεύγω νῦν ἀναλωθήσομαι.

Τροφός
εἴ τοι δοκεῖ σοιχρῆν μὲν οὔ σ᾽ ἁμαρτάνειν:
εἰ δ᾽ οὖν, πιθοῦ μοι: δευτέρα γὰρ χάρις),
ἔστιν κατ᾽ οἴκους φίλτρα μοι θελκτήρια
510ἔρωτος, ἦλθε δ᾽ ἄρτι μοι γνώμης ἔσω,
σ᾽ οὔτ᾽ ἐπ᾽ αἰσχροῖς οὔτ᾽ ἐπὶ βλάβῃ φρενῶν
παύσει νόσου τῆσδ᾽, ἢν σὺ μὴ γένῃ κακή.
δεῖ δ᾽ ἐξ ἐκείνου δή τι τοῦ ποθουμένου
σημεῖον, πλόκον τιν᾽ πέπλων ἄπο,
515λαβεῖν, συνάψαι τ᾽ ἐκ δυοῖν μίαν χάριν.

Φαίδρα
πότερα δὲ χριστὸν ποτὸν τὸ φάρμακον;

Τροφός
οὐκ οἶδ᾽: ὀνάσθαι, μὴ μαθεῖν, βούλου, τέκνον.

Φαίδρα
δέδοιχ᾽ ὅπως μοι μὴ λίαν φανῇς σοφή.

Τροφός
πάντ᾽ ἂν φοβηθεῖσ᾽ ἴσθι: δειμαίνεις δὲ τί;

Φαίδρα
520μή μοί τι Θησέως τῶνδε μηνύσῃς τόκῳ.

Τροφός
ἔασον, παῖ: ταῦτ᾽ ἐγὼ θήσω καλῶς.
μόνον σύ μοι, δέσποινα ποντία Κύπρι,
συνεργὸς εἴης. τἄλλα δ᾽ οἷ᾽ ἐγὼ φρονῶ
τοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: