previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ῥᾷστον δ᾽ ὅτῳ τὸ μηδένἀλλ᾽ ἀνωφελὴς
εὐηθίᾳ κατ᾽ οἶκον ἵδρυται γυνή.
640σοφὴν δὲ μισῶ: μὴ γὰρ ἔν γ᾽ ἐμοῖς δόμοις
εἴη φρονοῦσα πλείον᾽ γυναῖκα χρή.
τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις
ἐν ταῖς σοφαῖσιν: δ᾽ ἀμήχανος γυνὴ
γνώμῃ βραχείᾳ μωρίαν ἀφῃρέθη.
645

χρῆν δ᾽ ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν,
ἄφθογγα δ᾽ αὐταῖς συγκατοικίζειν δάκη
θηρῶν, ἵν᾽ εἶχον μήτε προσφωνεῖν τινα
μήτ᾽ ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν.
νῦν δ᾽ αἱ μὲν ἔνδονδρῶσιν αἱ κακαὶκακὰ
650βουλεύματ᾽, ἔξω δ᾽ ἐκφέρουσι πρόσπολοι.

ὡς καὶ σύ γ᾽ ἡμῖν πατρός, κακὸν κάρα,
λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς:
ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι,
ἐς ὦτα κλύζων. πῶς ἂν οὖν εἴην κακός,
655ὃς οὐδ᾽ ἀκούσας τοιάδ᾽ ἁγνεύειν δοκῶ;
εὖ δ᾽ ἴσθι, τοὐμόν σ᾽ εὐσεβὲς σῴζει, γύναι:
εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ᾑρέθην,
οὐκ ἄν ποτ᾽ ἔσχον μὴ οὐ τάδ᾽ ἐξειπεῖν πατρί.
νῦν δ᾽ ἐκ δόμων μέν, ἔστ᾽ ἂν ἔκδημος χθονὸς
660Θησεύς, ἄπειμι: σῖγα δ᾽ ἕξομεν στόμα.
θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶ
πῶς νιν προσόψῃ καὶ σὺ καὶ δέσποινα σή.
[τῆς σῆς δὲ τόλμης εἴσομαι γεγευμένος.
ὄλοισθε. μισῶν δ᾽ οὔποτ᾽ ἐμπλησθήσομαι
665γυναῖκας, οὐδ᾽ εἴ φησί τίς μ᾽ ἀεὶ λέγειν:
ἀεὶ γὰρ οὖν πώς εἰσι κἀκεῖναι κακαί.
νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω,
κἄμ᾽ ἐάτω ταῖσδ᾽ ἐπεμβαίνειν ἀεί.]

hide References (4 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 768
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.5.3
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: