previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τροφός
ἔσωθεν
ἰοὺ ἰού:
βοηδρομεῖτε πάντες οἱ πέλας δόμων:
ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ.

Χορός
φεῦ φεῦ, πέπρακται: βασιλὶς οὐκέτ᾽ ἔστι δὴ
γυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη.

Τροφός
780οὐ σπεύσετ᾽; οὐκ οἴσει τις ἀμφιδέξιον
σίδηρον, τόδ᾽ ἅμμα λύσομεν δέρης;

Χορός
φίλαι, τί δρῶμεν; δοκεῖ περᾶν δόμους
λῦσαί τ᾽ ἄνασσαν ἐξ ἐπισπαστῶν βρόχων;
τί δ᾽; οὐ πάρεισι πρόσπολοι νεανίαι;
785 τὸ πολλὰ πράσσειν οὐκ ἐν ἀσφαλεῖ βίου.

Τροφός
ὀρθώσατ᾽ ἐκτείνοντες ἄθλιον νέκυν:
πικρὸν τόδ᾽ οἰκούρημα δεσπόταις ἐμοῖς.

Χορός
ὄλωλεν δύστηνος, ὡς κλύω, γυνή:
ἤδη γὰρ ὡς νεκρόν νιν ἐκτείνουσι δή.

Θησεύς
790γυναῖκες, ἴστε τίς ποτ᾽ ἐν δόμοις βοὴ
ἠχὼ βαρεῖα προσπόλωνἀφίκετο;
οὐ γάρ τί μ᾽ ὡς θεωρὸν ἀξιοῖ δόμος
πύλας ἀνοίξας εὐφρόνως προσεννέπειν.
μῶν Πιτθέως τι γῆρας εἴργασται νέον;
795πρόσω μὲν ἤδη βίοτος, ἀλλ᾽ ὅμως ἔτ᾽ ἂν
λυπηρὸς ἡμῖν τούσδ᾽ ἂν ἐκλίποι δόμους.

Χορός
οὐκ ἐς γέροντας ἥδε σοι τείνει τύχη,
Θησεῦ: νέοι θανόντες ἀλγύνουσί σε.

Θησεύς
οἴμοι: τέκνων μοι μή τι συλᾶται βίος;

Χορός
800ζῶσιν, θανούσης μητρὸς ὡς ἄλγιστά σοι.

Θησεύς
τί φῄς; ὄλωλεν ἄλοχος; ἐκ τίνος τύχης;

Χορός
βρόχον κρεμαστὸν ἀγχόνης ἀνήψατο.

Θησεύς
λύπῃ παχνωθεῖσ᾽, ἀπὸ συμφορᾶς τίνος;

Χορός
τοσοῦτον ἴσμεν: ἄρτι γὰρ κἀγὼ δόμους,
805Θησεῦ, πάρειμι σῶν κακῶν πενθήτρια.

Θησεύς
αἰαῖ: τί δῆτα τοῖσδ᾽ ἀνέστεμμαι κάρα
πλεκτοῖσι φύλλοις, δυστυχὴς θεωρὸς ὤν;
χαλᾶτε κλῇθρα, πρόσπολοι, πυλωμάτων,
825ἐκλύεθ᾽ ἁρμούς, ὡς ἴδω πικρὰν θέαν
810γυναικός, με κατθανοῦσ᾽ ἀπώλεσεν.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 1-150
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: