previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θησεύς
φεῦ τῆς βροτείαςποῖ προβήσεται; — φρενός.
τί τέρμα τόλμης καὶ θράσους γενήσεται;
εἰ γὰρ κατ᾽ ἀνδρὸς βίοτον ἐξογκώσεται,
δ᾽ ὕστερος τοῦ πρόσθεν εἰς ὑπερβολὴν
940πανοῦργος ἔσται, θεοῖσι προσβαλεῖν χθονὶ
ἄλλην δεήσει γαῖαν, χωρήσεται
τοὺς μὴ δικαίους καὶ κακοὺς πεφυκότας.

σκέψασθε δ᾽ ἐς τόνδ᾽, ὅστις ἐξ ἐμοῦ γεγὼς
ᾔσχυνε τἀμὰ λέκτρα κἀξελέγχεται
945πρὸς τῆς θανούσης ἐμφανῶς κάκιστος ὤν.
δεῖξον δ᾽, ἐπειδή γ᾽ ἐς μίασμ᾽ ἐλήλυθα,
τὸ σὸν πρόσωπον δεῦρ᾽ ἐναντίον πατρί.
σὺ δὴ θεοῖσιν ὡς περισσὸς ὢν ἀνὴρ
ξύνει; σὺ σώφρων καὶ κακῶν ἀκήρατος;
950οὐκ ἂν πιθοίμην τοῖσι σοῖς κόμποις ἐγὼ
θεοῖσι προσθεὶς ἀμαθίαν φρονεῖν κακῶς.
ἤδη νυν αὔχει καὶ δι᾽ ἀψύχου βορᾶς
σίτοις καπήλευ᾽ Ὀρφέα τ᾽ ἄνακτ᾽ ἔχων
βάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς:
955ἐπεί γ᾽ ἐλήφθης. τοὺς δὲ τοιούτους ἐγὼ
φεύγειν προφωνῶ πᾶσι: θηρεύουσι γὰρ
σεμνοῖς λόγοισιν, αἰσχρὰ μηχανώμενοι.

τέθνηκεν ἥδε: τοῦτό σ᾽ ἐκσώσειν δοκεῖς;
ἐν τῷδ᾽ ἁλίσκῃ πλεῖστον, κάκιστε σύ:
960ποῖοι γὰρ ὅρκοι κρείσσονες, τίνες λόγοι
τῆσδ᾽ ἂν γένοιντ᾽ ἄν, ὥστε σ᾽ αἰτίαν φυγεῖν;
μισεῖν σε φήσεις τήνδε, καὶ τὸ δὴ νόθον
τοῖς γνησίοισι πολέμιον πεφυκέναι:
κακὴν ἄρ᾽ αὐτὴν ἔμπορον βίου λέγεις,
965εἰ δυσμενείᾳ σῇ τὰ φίλτατ᾽ ὤλεσεν.
ἀλλ᾽ ὡς τὸ μῶρον ἀνδράσιν μὲν οὐκ ἔνι,
γυναιξὶ δ᾽ ἐμπέφυκεν; οἶδ᾽ ἐγὼ νέους,
οὐδὲν γυναικῶν ὄντας ἀσφαλεστέρους,
ὅταν ταράξῃ Κύπρις ἡβῶσαν φρένα:
970τὸ δ᾽ ἄρσεν αὐτοὺς ὠφελεῖ προσκείμενον.
νῦν οὖντί ταῦτα σοῖς ἁμιλλῶμαι λόγοις
νεκροῦ παρόντος μάρτυρος σαφεστάτου;
ἔξερρε γαίας τῆσδ᾽ ὅσον τάχος φυγάς,
καὶ μήτ᾽ Ἀθήνας τὰς θεοδμήτους μόλῃς
975μήτ᾽ εἰς ὅρους γῆς ἧς ἐμὸν κρατεῖ δόρυ.
εἰ γὰρ παθών γε σοῦ τάδ᾽ ἡσσηθήσομαι,
οὐ μαρτυρήσει μ᾽ Ἴσθμιος Σίνις ποτὲ
κτανεῖν ἑαυτὸν ἀλλὰ κομπάζειν μάτην,
οὐδ᾽ αἱ θαλάσσῃ σύννομοι Σκιρωνίδες
980φήσουσι πέτραι τοῖς κακοῖς μ᾽ εἶναι βαρύν.

Χορός
οὐκ οἶδ᾽ ὅπως εἴποιμ᾽ ἂν εὐτυχεῖν τινα
θνητῶν: τὰ γὰρ δὴ πρῶτ᾽ ἀνέστραπται πάλιν.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1147
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.1
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: