previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πηλεύς
Φθιώτιδες γυναῖκες, ἱστοροῦντί μοι
σημήνατ᾽: ᾐσθόμην γὰρ οὐ σαφῆ λόγον
ὡς δώματ᾽ ἐκλιποῦσα Μενέλεω κόρη
1050φρούδη τάδ᾽: ἥκω δ᾽ ἐκμαθεῖν σπουδὴν ἔχων
εἰ ταῦτ᾽ ἀληθῆ: τῶν γὰρ ἐκδήμων φίλων
δεῖ τοὺς κατ᾽ οἶκον ὄντας ἐκπονεῖν τύχας.

Χορός
Πηλεῦ, σαφῶς ἤκουσας: οὐδ᾽ ἐμοὶ καλὸν
κρύπτειν ἐν οἷς παροῦσα τυγχάνω κακοῖς:
1055βασίλεια γὰρ τῶνδ᾽ οἴχεται φυγὰς δόμων.

Πηλεύς
τίνος φόβου τυχοῦσα; διαπέραινέ μοι.

Χορός
πόσιν τρέμουσα, μὴ δόμων νιν ἐκβάλῃ.

Πηλεύς
μῶν ἀντὶ παιδὸς θανασίμων βουλευμάτων;

Χορός
ναί, καὶ γυναικὸς αἰχμαλωτίδος φόβῳ.

Πηλεύς
1060σὺν πατρὶ δ᾽ οἴκους τίνος λείπει μέτα;

Χορός
Ἀγαμέμνονός νιν παῖς βέβηκ᾽ ἄγων χθονός.

Πηλεύς
ποίαν περαίνων ἐλπίδ᾽; γῆμαι θέλων;

Χορός
καὶ σῷ γε παιδὸς παιδὶ πορσύνων μόρον.

Πηλεύς
κρυπτὸς καταστὰς κατ᾽ ὄμμ᾽ ἐλθὼν μάχῃ;

Χορός
1065ἁγνοῖς ἐν ἱεροῖς Λοξίου Δελφῶν μέτα.

Πηλεύς
οἴμοι: τόδ᾽ ἤδη δεινόν. οὐχ ὅσον τάχος
χωρήσεταί τις Πυθικὴν πρὸς ἑστίαν
καὶ τἀνθάδ᾽ ὄντα τοῖς ἐκεῖ λέξει φίλοις,
πρὶν παῖδ᾽ Ἀχιλλέως κατθανεῖν ἐχθρῶν ὕπο;

Ἄγγελος
1070ὤμοι μοι:
οἵας τλήμων ἀγγελῶν ἥκω τύχας
σοί τ᾽, γεραιέ, καὶ φίλοισι δεσπότου.

Πηλεύς
αἰαῖ: πρόμαντις θυμὸς ὥς τι προσδοκᾷ.

Ἄγγελος
οὐκ ἔστι σοι παῖς παιδός, ὡς μάθῃς, γέρον
Πηλεῦ: τοιάσδε φασγάνων πληγὰς ἔχει
1075Δελφῶν ὑπ᾽ ἀνδρῶν καὶ Μυκηναίου ξένου.

Χορός
, τί δράσεις, γεραιέ; μὴ πέσῃς:
ἔπαιρε σαυτόν.

Πηλεύς
οὐδέν εἰμ᾽: ἀπωλόμην.
φρούδη μὲν αὐδή, φροῦδα δ᾽ ἄρθρα μου κάτω.

Ἄγγελος
ἄκουσον, εἰ σοὶ καὶ φίλοις ἀμυναθεῖν
1080χρῄζεις, τὸ πραχθέν, σὸν κατορθώσας δέμας.

Πηλεύς
μοῖρα, γήρως ἐσχάτοις πρὸς τέρμασιν
οἵα με τὸν δύστηνον ἀμφιβᾶσ᾽ ἔχεις.
πῶς δ᾽ οἴχεταί μοι παῖς μόνου παιδὸς μόνος;
σήμαιν᾽: ἀκοῦσαι δ᾽ οὐκ ἀκούσθ᾽ ὅμως θέλω.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: