previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀνδρομάχη
φεῦ φεῦ:
κακόν γε θνητοῖς τὸ νέον ἔν τε τῷ νέῳ
185τὸ μὴ δίκαιον ὅστις ἀνθρώπων ἔχει.
ἐγὼ δὲ ταρβῶ μὴ τὸ δουλεύειν μέ σοι
λόγων ἀπώσῃ πόλλ᾽ ἔχουσαν ἔνδικα,
ἢν δ᾽ αὖ κρατήσω, μὴ 'πὶ τῷδ᾽ ὄφλω βλάβην:
οἱ γὰρ πνέοντες μεγάλα τοὺς κρείσσους λόγους
190πικρῶς φέρουσι τῶν ἐλασσόνων ὕπο:
ὅμως δ᾽ ἐμαυτὴν οὐ προδοῦσ᾽ ἁλώσομαι.

εἴπ᾽, νεᾶνι, τῷ σ᾽ ἐχεγγύῳ λόγῳ
πεισθεῖσ᾽ ἀπωθῶ γνησίων νυμφευμάτων;
[ὡς Λάκαινα τῶν Φρυγῶν μείων πόλις,
195τύχῃ θ᾽ ὑπερθεῖ, κἄμ᾽ ἐλευθέραν ὁρᾷς;]
πότερον ἵν᾽ αὐτὴ παῖδας ἀντὶ σοῦ τέκω
200δούλους ἐμαυτῇ τ᾽ ἀθλίαν ἐφολκίδα;
τῷ νέῳ τε καὶ σφριγῶντι σώματι
πόλεως τε μεγέθει καὶ φίλοις ἐπηρμένη
οἶκον κατασχεῖν τὸν σὸν ἀντὶ σοῦ θέλω;
τοὺς ἐμούς τις παῖδας ἐξανέξεται
Φθίας τυράννους ὄντας, ἢν σὺ μὴ τέκῃς;
φιλοῦσι γάρ μ᾽ Ἕλληνες Ἕκτορός τ᾽ ἄπο
<Πάριδός τε, κείνων τοῦ τ᾽ ἐμοῦ κηδεύματος,>
αὐτή τ᾽ ἀμαυρὰ κοὐ τύραννος Φρυγῶν;
205οὐκ ἐξ ἐμῶν σε φαρμάκων στυγεῖ πόσις,
ἀλλ᾽ εἰ ξυνεῖναι μὴ 'πιτηδεία κυρεῖς.
φίλτρον δὲ καὶ τόδ᾽: οὐ τὸ κάλλος, γύναι,
ἀλλ᾽ ἁρεταὶ τέρπουσι τοὺς ξυνευνέτας.
σὺ δ᾽ ἤν τι κνισθῇς, Λάκαινα μὲν πόλις
210μέγ᾽ ἐστί, τὴν δὲ Σκῦρον οὐδαμοῦ τίθης:
πλουτεῖς δ᾽ ἐν οὐ πλουτοῦσι: Μενέλεως δέ σοι
μείζων Ἀχιλλέως. ταῦτά τοί σ᾽ ἔχθει πόσις.
χρὴ γὰρ γυναῖκα, κἂν κακῷ πόσει δοθῇ,
στέργειν, ἅμιλλάν τ᾽ οὐκ ἔχειν φρονήματος.
215

εἰ δ᾽ ἀμφὶ Θρῄκην τὴν χιόνι κατάρρυτον
τύραννον ἔσχες ἄνδρ᾽, ἵν᾽ ἐν μέρει λέχος
δίδωσι πολλαῖς εἷς ἀνὴρ κοινούμενος,
ἔκτεινας ἂν τάσδ᾽; εἶτ᾽ ἀπληστίαν λέχους
πάσαις γυναιξὶ προστιθεῖσ᾽ ἂν ηὑρέθης.
220αἰσχρόν γε: καίτοι χείρον᾽ ἀρσένων νόσον
ταύτην νοσοῦμεν, ἀλλὰ προστῶμεν καλῶς.

φίλταθ᾽ Ἕκτορ, ἀλλ᾽ ἐγὼ τὴν σὴν χάριν
σοὶ καὶ ξυνήρων, εἴ τί σε σφάλλοι Κύπρις,
καὶ μαστὸν ἤδη πολλάκις νόθοισι σοῖς
225ἐπέσχον, ἵνα σοι μηδὲν ἐνδοίην πικρόν.
καὶ ταῦτα δρῶσα τῇ ἀρετῇ προσηγόμην
πόσιν: σὺ δ᾽ οὐδὲ ῥανίδ᾽ ὑπαιθρίας δρόσου
τῷ σῷ προσίζειν ἀνδρὶ δειμαίνουσ᾽ ἐᾷς.
μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι,
230ζήτει παρελθεῖν: τῶν κακῶν γὰρ μητέρων
φεύγειν τρόπους χρὴ τέκν᾽, ὅσοις ἔνεστι νοῦς.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 486
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: