previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μενέλαος
ἥκω λαβὼν σὸν παῖδ᾽, ὃν εἰς ἄλλους δόμους
310λάθρᾳ θυγατρὸς τῆς ἐμῆς ὑπεξέθου.
σὲ μὲν γὰρ ηὔχεις θεᾶς βρέτας σῴσειν τόδε,
τοῦτον δὲ τοὺς κρύψαντας: ἀλλ᾽ ἐφηυρέθης
ἧσσον φρονοῦσα τοῦδε Μενέλεω, γύναι.
κεἰ μὴ τόδ᾽ ἐκλιποῦσ᾽ ἐρημώσεις πέδον,
315ὅδ᾽ ἀντὶ τοῦ σοῦ σώματος σφαγήσεται.
ταῦτ᾽ οὖν λογίζου, πότερα κατθανεῖν θέλεις
τόνδ᾽ ὀλέσθαι σῆς ἁμαρτίας ὕπερ,
ἣν εἰς ἔμ᾽ εἴς τε παῖδ᾽ ἐμὴν ἁμαρτάνεις.

Ἀνδρομάχη

Ἀνδρομάχη
δόξα δόξα, μυρίοισι δὴ βροτῶν
320οὐδὲν γεγῶσι βίοτον ὤγκωσας μέγαν.
[εὔκλεια δ᾽ οἷς μὲν ἔστ᾽ ἀληθείας ὕπο,
εὐδαιμονίζω: τοὺς δ᾽ ὑπὸ ψευδῶν, ἔχειν
οὐκ ἀξιώσω, πλὴν τύχῃ φρονεῖν δοκεῖν.]
σὺ δὴ στρατηγῶν λογάσιν Ἑλλήνων ποτὲ
325Τροίαν ἀφείλου Πρίαμον, ὧδε φαῦλος ὤν;
ὅστις θυγατρὸς ἀντίπαιδος ἐκ λόγων
τοσόνδ᾽ ἔπνευσας, καὶ γυναικὶ δυστυχεῖ
δούλῃ κατέστης εἰς ἀγῶν᾽; οὐκ ἀξιῶ
οὔτ᾽ οὖν σὲ Τροίας οὔτε σοῦ Τροίαν ἔτι.
330[ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὖ φρονεῖν
λαμπροί, τὰ δ᾽ ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι,
πλὴν εἴ τι πλούτῳ: τοῦτο δ᾽ ἰσχύει μέγα.
Μενέλαε, φέρε δὴ διαπεράνωμεν λόγους:
τέθνηκα τῇ σῇ θυγατρὶ καί μ᾽ ἀπώλεσε:
335μιαιφόνον μὲν οὐκέτ᾽ ἂν φύγοι μύσος.
ἐν τοῖς δὲ πολλοῖς καὶ σὺ τόνδ᾽ ἀγωνιῇ
φόνον: τὸ συνδρῶν γάρ σ᾽ ἀναγκάσει χερός.
ἢν δ᾽ οὖν ἐγὼ μὲν μὴ θανεῖν ὑπεκδράμω,
τὸν παῖδά μου κτενεῖτε; κᾆτα πῶς πατὴρ
340τέκνου θανόντος ῥᾳδίως ἀνέξεται;
οὐχ ὧδ᾽ ἄνανδρον αὐτὸν Τροία καλεῖ:
ἀλλ᾽ εἶσιν οἷ χρή, Πηλέως γὰρ ἄξια
πατρός τ᾽ Ἀχιλλέως ἔργα δρῶν φανήσεται
ὤσει δὲ σὴν παῖδ᾽ ἐκ δόμων: σὺ δ᾽ ἐκδιδοὺς
345ἄλλῳ τί λέξεις; πότερον ὡς κακὸν πόσιν
φεύγει τὸ ταύτης σῶφρον; ἀλλ᾽ οὐ πείσεται.
γαμεῖ δὲ τίς νιν; σφ᾽ ἄνανδρον ἐν δόμοις
χήραν καθέξεις πολιόν; τλήμων ἀνήρ,
κακῶν τοσούτων οὐχ ὁρᾷς ἐπιρροάς;
350πόσας ἂν εὐνὰς θυγατέρ᾽ ἠδικημένην
βούλοι᾽ ἂν εὑρεῖν παθεῖν ἁγὼ λέγω;]

hide References (2 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.6.1
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: