previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐ χρὴ 'πὶ μικροῖς μεγάλα πορσύνειν κακὰ
οὐδ᾽, εἰ γυναῖκές ἐσμεν ἀτηρὸν κακόν,
ἄνδρας γυναιξὶν ἐξομοιοῦσθαι φύσιν.
355ἡμεῖς γὰρ εἰ σὴν παῖδα φαρμακεύομεν
καὶ νηδὺν ἐξαμβλοῦμεν, ὡς αὕτη λέγει,
κόντες οὐκ ἄκοντες, οὐδὲ βώμιοι
πίτνοντες, αὐτοὶ τὴν δίκην ὑφέξομεν
ἐν σοῖσι γαμβροῖς, οἷσιν οὐκ ἐλάσσονα
360βλάβην ὀφείλω προστιθεῖσ᾽ ἀπαιδίαν.
ἡμεῖς μὲν οὖν τοιοίδε: τῆς δὲ σῆς φρενὸς
ἕν σου δέδοικα: διὰ γυναικείαν ἔριν
καὶ τὴν τάλαιναν ὤλεσας Φρυγῶν πόλιν.

Χορός
ἄγαν ἔλεξας ὡς γυνὴ πρὸς ἄρσενας,
<τὸ δ᾽ ὀξύθυμον τὴν διάγνωσιν κρατεῖ>
365καί σου τὸ σῶφρον ἐξετόξευσεν φρενός.

Μενέλαος
γύναι, τάδ᾽ ἐστὶ σμικρὰ καὶ μοναρχίας
οὐκ ἄξι᾽, ὡς φῄς, τῆς ἐμῆς οὐδ᾽ Ἑλλάδος.
εὖ δ᾽ ἴσθ᾽, ὅτου τις τυγχάνει χρείαν ἔχων,
τοῦτ᾽ ἔσθ᾽ ἑκάστῳ μεῖζον Τροίαν ἑλεῖν.
370κἀγὼ θυγατρίμεγάλα γὰρ κρίνω τάδε,
λέχους στέρεσθαισύμμαχος καθίσταμαι.
τὰ μὲν γὰρ ἄλλα δεύτερ᾽ ἂν πάσχοι γυνή,
ἀνδρὸς δ᾽ ἁμαρτάνουσ᾽ ἁμαρτάνει βίου.
δούλων δ᾽ ἐκεῖνον τῶν ἐμῶν ἄρχειν χρεὼν
375καὶ τῶν ἐκείνου τοὺς ἐμούς, ἡμᾶς τε πρός:
φίλων γὰρ οὐδὲν ἴδιον, οἵτινες φίλοι
ὀρθῶς πεφύκασ᾽, ἀλλὰ κοινὰ χρήματα.
μένων δὲ τοὺς ἀπόντας, εἰ μὴ θήσομαι
τἄμ᾽ ὡς ἄριστα, φαῦλός εἰμι κοὐ σοφός.
380

ἀλλ᾽ ἐξανίστω τῶνδ᾽ ἀνακτόρων θεᾶς:
ὡς, ἢν θάνῃς σύ, παῖς ὅδ᾽ ἐκφεύγει μόρον,
σοῦ δ᾽ οὐ θελούσης κατθανεῖν, τόνδε κτενῶ.
δυοῖν δ᾽ ἀνάγκη θατέρῳ λιπεῖν βίον.

hide References (3 total)
  • Cross-references to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: