previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀνδρομάχη
οἴμοι, πικρὰν κλήρωσιν αἵρεσίν τέ μοι
385βίου καθίστης: καὶ λαχοῦσά γ᾽ ἀθλία
καὶ μὴ λαχοῦσα δυστυχὴς καθίσταμαι.

μεγάλα πράσσων αἰτίας μικρᾶς πέρι,
πιθοῦ: τί καίνεις μ᾽; ἀντὶ τοῦ; ποίαν πόλιν
προύδωκα; τίνα σῶν ἔκτανον παίδων ἐγώ;
390ποῖον δ᾽ ἔπρησα δῶμ᾽; ἐκοιμήθην βίᾳ
σὺν δεσπόταισι: κᾆτ᾽ ἔμ᾽, οὐ κεῖνον κτενεῖς,
τὸν αἴτιον τῶνδ᾽, ἀλλὰ τὴν ἀρχὴν ἀφεὶς
πρὸς τὴν τελευτὴν ὑστέραν οὖσαν φέρῃ;
οἴμοι κακῶν τῶνδ᾽, τάλαιν᾽ ἐμὴ πατρίς,
395ὡς δεινὰ πάσχω. τί δέ με καὶ τεκεῖν ἐχρῆν
ἄχθος τ᾽ ἐπ᾽ ἄχθει τῷδε προσθέσθαι διπλοῦν;
[ἀτὰρ τί ταῦτα δύρομαι, τὰ δ᾽ ἐν ποσὶν
οὐκ ἐξικμάζω καὶ λογίζομαι κακά;]
ἥτις σφαγὰς μὲν Ἕκτορος τροχηλάτους
400κατεῖδον οἰκτρῶς τ᾽ Ἴλιον πυρούμενον,
αὐτὴ δὲ δούλη ναῦς ἐπ᾽ Ἀργείων ἔβην
κόμης ἐπισπασθεῖσ᾽: ἐπεὶ δ᾽ ἀφικόμην
Φθίαν, φονεῦσιν Ἕκτορος νυμφεύομαι.
τί δῆτ᾽ ἐμοὶ ζῆν ἡδύ; πρὸς τί χρὴ βλέπειν;
405πρὸς τὰς παρούσας παρελθούσας τύχας;
εἷς παῖς ὅδ᾽ ἦν μοι λοιπὸς ὀφθαλμὸς βίου:
τοῦτον κτενεῖν μέλλουσιν οἷς δοκεῖ τάδε.
οὐ δῆτα τοὐμοῦ γ᾽ εἵνεκ᾽ ἀθλίου βίου:
ἐν τῷδε μὲν γὰρ ἐλπίς, εἰ σωθήσεται,
410ἐμοὶ δ᾽ ὄνειδος μὴ θανεῖν ὑπὲρ τέκνου.

ἰδοὺ προλείπω βωμὸν ἥδε χειρία
σφάζειν φονεύειν, δεῖν, ἀπαρτῆσαι δέρην.
τέκνον, τεκοῦσά σ᾽, ὡς σὺ μὴ θάνῃς,
στείχω πρὸς Ἅιδην: ἢν δ᾽ ὑπεκδράμῃς μόρον,
415μέμνησο μητρός, οἷα τλᾶσ᾽ ἀπωλόμην,
καὶ πατρὶ τῷ σῷ διὰ φιλημάτων ἰὼν
δάκρυά τε λείβων καὶ περιπτύσσων χέρας
λέγ᾽ οἷ᾽ ἔπραξα. πᾶσι δ᾽ ἀνθρώποις ἄρ᾽ ἦν
ψυχὴ τέκν᾽: ὅστις δ᾽ αὔτ᾽ ἄπειρος ὢν ψέγει,
420ἧσσον μὲν ἀλγεῖ, δυστυχῶν δ᾽ εὐδαιμονεῖ.

Χορός
ᾤκτιρ᾽ ἀκούσασ᾽: οἰκτρὰ γὰρ τὰ δυστυχῆ
βροτοῖς ἅπασι, κἂν θυραῖος ὢν κυρῇ.
εἰς ξύμβασιν δὲ χρῆν σε παῖδα σὴν ἄγειν,
Μενέλαε, καὶ τήνδ᾽, ὡς ἀπαλλαχθῇ πόνων.

hide References (3 total)
  • Commentary references to this page (3):
    • Boethius, Consolatio Philosophiae, Prosa 7:
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 216-462
    • Charles Simmons, The Metamorphoses of Ovid, Books XIII and XIV, 13.222
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: