previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός
σμικρᾶς ἀπ᾽ ἀρχῆς νεῖκος ἀνθρώποις μέγα
γλῶσσ᾽ ἐκπορίζει: τοῦτο δ᾽ οἱ σοφοὶ βροτῶν
ἐξευλαβοῦνται, μὴ φίλοις τεύχειν ἔριν.

Μενέλαος
645τί δῆτ᾽ ἂν εἴποις τοὺς γέροντας, ὡς σοφοί,
ὅτ᾽ ὢν σὺ Πηλεὺς καὶ πατρὸς κλεινοῦ γεγώς,
κἀς τοὺς φρονεῖν δοκοῦντας Ἕλλησίν ποτε
κῆδος συνάψας, αἰσχρὰ μὲν σαυτῷ λέγεις
ἡμῖν δ᾽ ὀνείδη διὰ γυναῖκα βάρβαρον,
650ἣν χρῆν σ᾽ ἐλαύνειν τήνδ᾽ ὑπὲρ Νείλου ῥοὰς
ὑπέρ τε Φᾶσιν, κἀμὲ παρακαλεῖν ἅμα,
οὖσαν μὲν ἠπειρῶτιν, οὗ πεσήματα
πλεῖσθ᾽ Ἑλλάδος πέπτωκε δοριπετῆ νεκρῶν,
τοῦ σοῦ δὲ παιδὸς αἵματος κοινουμένην.
655[Πάρις γάρ, ὃς σὸν παῖδ᾽ ἔπεφν᾽ Ἀχιλλέα,
Ἕκτορος ἀδελφὸς ἦν, δάμαρ δ᾽ ἥδ᾽ Ἕκτορος.]
καὶ τῇδέ γ᾽ εἰσέρχῃ σὺ ταὐτὸν εἰς στέγος
καὶ ξυντράπεζον ἀξιοῖς ἔχειν βίον,
τίκτειν δ᾽ ἐν οἴκοις παῖδας ἐχθίστους ἐᾷς.
660ἁγὼ προνοίᾳ τῇ τε σῇ κἀμῇ, γέρον,
κτανεῖν θέλων τήνδ᾽ ἐκ χερῶν ἁρπάζομαι.
καίτοι φέρ᾽: ἅψασθαι γὰρ οὐκ αἰσχρὸν λόγου:
ἢν παῖς μὲν ἡμὴ μὴ τέκῃ, ταύτης δ᾽ ἄπο
βλάστωσι παῖδες, τῆσδε γῆς Φθιώτιδος
665στήσεις τυράννους, βάρβαροι δ᾽ ὄντες γένος
Ἕλλησιν ἄρξουσ᾽; εἶτ᾽ ἐγὼ μὲν οὐ φρονῶ
μισῶν τὰ μὴ δίκαια, σοὶ δ᾽ ἔνεστι νοῦς;

[κἀκεῖνο νῦν ἄθρησον: εἰ σὺ παῖδα σὴν
δούς τῳ πολιτῶν, εἶτ᾽ ἔπασχε τοιάδε,
670σιγῇ καθῆσ᾽ ἄν; οὐ δοκῶ: ξένης δ᾽ ὕπερ
τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους;
καὶ μὴν ἴσον γ᾽ ἀνήρ τε καὶ γυνὴ στένει
ἀδικουμένη πρὸς ἀνδρός: ὡς δ᾽ αὔτως ἀνὴρ
γυναῖκα μωραίνουσαν ἐν δόμοις ἔχων.
675καὶ τῷ μὲν ἔστιν ἐν χεροῖν μέγα σθένος,
τῇ δ᾽ ἐν γονεῦσι καὶ φίλοις τὰ πράγματα.
οὔκουν δίκαιον τοῖς γ᾽ ἐμοῖς ἐπωφελεῖν;]

γέρων γέρων εἶ. τὴν δ᾽ ἐμὴν στρατηγίαν
λέγων ἔμ᾽ ὠφελοῖς ἂν σιγῶν πλέον.
680Ἑλένη δ᾽ ἐμόχθησ᾽ οὐχ ἑκοῦσ᾽, ἀλλ᾽ ἐκ θεῶν,
καὶ τοῦτο πλεῖστον ὠφέλησεν Ἑλλάδα:
ὅπλων γὰρ ὄντες καὶ μάχης ἀίστορες
ἔβησαν εἰς τἀνδρεῖον: δ᾽ ὁμιλία
πάντων βροτοῖσι γίγνεται διδάσκαλος.
685εἰ δ᾽ εἰς πρόσοψιν τῆς ἐμῆς ἐλθὼν ἐγὼ
γυναικὸς ἔσχον μὴ κτανεῖν, ἐσωφρόνουν.
οὐδ᾽ ἂν σὲ Φῶκον ἤθελον κατακτανεῖν.

ταῦτ᾽ εὖ φρονῶν σ᾽ ἐπῆλθον, οὐκ ὀργῆς χάριν:
ἢν δ᾽ ὀξυθυμῇς, σοὶ μὲν γλωσσαλγία
690μείζων, ἐμοὶ δὲ κέρδος προμηθία.

Χορός
παύσασθον ἤδηλῷστα γὰρ μακρῷ τάδε
λόγων ματαίων, μὴ δύο σφαλῆθ᾽ ἅμα.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 463-512
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: