previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θεράπαινα
δέσποιν᾽, ἐγώ τοι τοὔνομ᾽ οὐ φεύγω τόδε
καλεῖν σ᾽, ἐπείπερ καὶ κατ᾽ οἶκον ἠξίουν
τὸν σόν, τὸ Τροίας ἡνίκ᾽ ᾠκοῦμεν πέδον,
εὔνους δὲ καὶ σοὶ ζῶντί τ᾽ τῷ σῷ πόσει,
60καὶ νῦν φέρουσά σοι νέους ἥκω λόγους,
φόβῳ μέν, εἴ τις δεσποτῶν αἰσθήσεται,
οἴκτῳ δὲ τῷ σῷ: δεινὰ γὰρ βουλεύεται
Μενέλαος εἰς σὲ παῖς θ᾽, σοι φυλακτέα.

Ἀνδρομάχη
φιλτάτη σύνδουλεσύνδουλος γὰρ εἶ
65τῇ πρόσθ᾽ ἀνάσσῃ τῇδε, νῦν δὲ δυστυχεῖ
τί δρῶσι; ποίας μηχανὰς πλέκουσιν αὖ,
κτεῖναι θέλοντες τὴν παναθλίαν ἐμέ;

Θεράπαινα
τὸν παῖδά σου μέλλουσιν, δύστηνε σύ,
κτείνειν, ὃν ἔξω δωμάτων ὑπεξέθου.
φροῦδος δ᾽ ἐπ᾽ αὐτὸν Μενέλεως δόμων ἄπο.

Ἀνδρομάχη
70οἴμοι: πέπυσται τὸν ἐμὸν ἔκθετον γόνον;
πόθεν ποτ᾽; δύστηνος, ὡς ἀπωλόμην.

Θεράπαινα
οὐκ οἶδ᾽, ἐκείνων δ᾽ ᾐσθόμην ἐγὼ τάδε:

Ἀνδρομάχη
ἀπωλόμην ἄρ᾽. τέκνον, κτενοῦσί σε
75δισσοὶ λαβόντες γῦπες: δὲ κεκλημένος
πατὴρ ἔτ᾽ ἐν Δελφοῖσι τυγχάνει μένων.

Θεράπαινα
δοκῶ γὰρ οὐκ ἂν ὧδέ σ᾽ ἂν πράσσειν κακῶς
κείνου παρόντος: νῦν δ᾽ ἔρημος εἶ φίλων.

Ἀνδρομάχη
οὐδ᾽ ἀμφὶ Πηλέως ἦλθεν ὡς ἥξοι φάτις;

Θεράπαινα
80γέρων ἐκεῖνος ὥστε σ᾽ ὠφελεῖν παρών.

Ἀνδρομάχη
καὶ μὴν ἔπεμψ᾽ ἐπ᾽ αὐτὸν οὐχ ἅπαξ μόνον.

Θεράπαινα
μῶν οὖν δοκεῖς σου φροντίσαι τιν᾽ ἀγγέλων;

Ἀνδρομάχη
πόθεν; θέλεις οὖν ἄγγελος σύ μοι μολεῖν;

Θεράπαινα
τί δῆτα φήσω χρόνιος οὖσ᾽ ἐκ δωμάτων;

Ἀνδρομάχη
85πολλὰς ἂν εὕροις μηχανάς: γυνὴ γὰρ εἶ.

Θεράπαινα
κίνδυνος: Ἑρμιόνη γὰρ οὐ σμικρὸν φύλαξ.

Ἀνδρομάχη
ὁρᾷς; ἀπαυδᾷς ἐν κακοῖς φίλοισι σοῖς.

Θεράπαινα
οὐ δῆτα: μηδὲν τοῦτ᾽ ὀνειδίσῃς ἐμοί.
ἀλλ᾽ εἶμ᾽, ἐπεί τοι κοὐ περίβλεπτος βίος
90δούλης γυναικός, ἤν τι καὶ πάθω κακόν.

Ἀνδρομάχη
χώρει νυν: ἡμεῖς δ᾽, οἷσπερ ἐγκείμεσθ᾽ ἀεὶ
θρήνοισι καὶ γόοισι καὶ δακρύμασι,
πρὸς αἰθέρ᾽ ἐκτενοῦμεν: ἐμπέφυκε γὰρ
γυναιξὶ τέρψις τῶν παρεστώτων κακῶν
95ἀνὰ στόμ᾽ ἀεὶ καὶ διὰ γλώσσης ἔχειν.
πάρεστι δ᾽ οὐχ ἓν ἀλλὰ πολλά μοι στένειν,
πόλιν πατρῴαν τὸν θανόντα θ᾽ Ἕκτορα
στερρόν τε τὸν ἐμὸν δαίμον᾽ συνεζύγην
δούλειον ἦμαρ εἰσπεσοῦσ᾽ ἀναξίως.
100χρὴ δ᾽ οὔποτ᾽ εἰπεῖν οὐδέν᾽ ὄλβιον βροτῶν,
πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδῃς
ὅπως περάσας ἡμέραν ἥξει κάτω.

hide References (3 total)
  • Cross-references to this page (2):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.2.4
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter IV
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: