previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τροφός
φίλταται γυναῖκες, ὡς κακὸν κακῷ
διάδοχον ἐν τῇδ᾽ ἡμέρᾳ πορσύνεται.
δέσποινα γὰρ κατ᾽ οἶκον, Ἑρμιόνην λέγω,
805πατρός τ᾽ ἐρημωθεῖσα συννοίᾳ θ᾽ ἅμα,
οἷον δέδρακεν ἔργον Ἀνδρομάχην κτανεῖν
καὶ παῖδα βουλεύσασα, κατθανεῖν θέλει,
πόσιν τρέμουσα, μὴ ἀντὶ τῶν δεδραμένων
ἐκ τῶνδ᾽ ἀτίμως δωμάτων ἀποσταλῇ
810[ἢ κατθάνῃ κτείνουσα τοὺς οὐ χρὴ κτανεῖν].
μόλις δέ νιν θέλουσαν ἀρτῆσαι δέρην
εἴργουσι φύλακες δμῶες ἔκ τε δεξιᾶς
ξίφη καθαρπάζουσιν ἐξαιρούμενοι.
οὕτω μεταλγεῖ καὶ τὰ πρὶν δεδραμένα
815ἔγνωκε πράξασ᾽ οὐ καλῶς. ἐγὼ μὲν οὖν
δέσποιναν εἴργουσ᾽ ἀγχόνης κάμνω, φίλαι:
ὑμεῖς δὲ βᾶσαι τῶνδε δωμάτων ἔσω
θανάτου νιν ἐκλύσασθε: τῶν γὰρ ἠθάδων
φίλων νέοι μολόντες εὐπιθέστεροι.

Χορός
820καὶ μὴν ἐν οἴκοις προσπόλων ἀκούομεν
βοὴν ἐφ᾽ οἷσιν ἦλθες ἀγγέλλουσα σύ.
δείξειν δ᾽ ἔοικεν τάλαιν᾽ ὅσον στένει
πράξασα δεινά: δωμάτων γὰρ ἐκπερᾷ
φεύγουσα χεῖρας προσπόλων πόθῳ θανεῖν.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.2
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: