previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀρέστης
ἄλλην τιν᾽ εὐνὴν ἀντὶ σοῦ στέργει πόσις;

Ἑρμιόνη
τὴν αἰχμάλωτον Ἕκτορος ξυνευνέτιν.

Ὀρέστης
κακόν γ᾽ ἔλεξας, ἄνδρα δίσσ᾽ ἔχειν λέχη.

Ἑρμιόνη
910τοιαῦτα ταῦτα. κᾆτ᾽ ἔγωγ᾽ ἠμυνάμην.

Ὀρέστης
μῶν εἰς γυναῖκ᾽ ἔρραψας οἷα δὴ γυνή;

Ἑρμιόνη
φόνον γ᾽ ἐκείνῃ καὶ τέκνῳ νοθαγενεῖ.

Ὀρέστης
κἄκτεινας, τις συμφορά σ᾽ ἀφείλετο;

Ἑρμιόνη
γέρων γε Πηλεύς, τοὺς κακίονας σέβων.

Ὀρέστης
915σοὶ δ᾽ ἦν τις ὅστις τοῦδ᾽ ἐκοινώνει φόνου;

Ἑρμιόνη
πατήρ γ᾽ ἐπ᾽ αὐτὸ τοῦτ᾽ ἀπὸ Σπάρτης μολών.

Ὀρέστης
κἄπειτα τοῦ γέροντος ἡσσήθη χερί;

Ἑρμιόνη
αἰδοῖ γε: καί μ᾽ ἔρημον οἴχεται λιπών.

Ὀρέστης
συνῆκα: ταρβεῖς τοῖς δεδραμένοις πόσιν.

Ἑρμιόνη
920ἔγνως: ὀλεῖ γάρ μ᾽ ἐνδίκως. τί δεῖ λέγειν;
ἀλλ᾽ ἄντομαί σε Δία καλοῦσ᾽ ὁμόγνιον,
πέμψον με χώρας τῆσδ᾽ ὅποι προσωτάτω
πρὸς πατρῷον μέλαθρον: ὡς δοκοῦσί γε
δόμοι τ᾽ ἐλαύνειν φθέγμ᾽ ἔχοντες οἵδε με,
925μισεῖ τε γαῖα Φθιάς. εἰ δ᾽ ἥξει πάρος
Φοίβου λιπὼν μαντεῖον εἰς δόμους πόσις,
κτενεῖ μ᾽ ἐπ᾽ αἰσχίστοισιν: δουλεύσομεν
νόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ.

Ὀρέστης
πῶς οὖν τάδ᾽, ὡς εἴποι τις, ἐξημάρτανες;

Ἑρμιόνη
930κακῶν γυναικῶν εἴσοδοί μ᾽ ἀπώλεσαν,
αἵ μοι λέγουσαι τούσδ᾽ ἐχαύνωσαν λόγους:
Σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοις
δούλην ἀνέξῃ σοὶ λέχους κοινουμένην;
μὰ τὴν ἄνασσαν, οὐκ ἂν ἔν γ᾽ ἐμοῖς δόμοις
935βλέπουσ᾽ ἂν αὐγὰς τἄμ᾽ ἐκαρποῦτ᾽ ἂν λέχη.

κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους,
[σοφῶν πανούργων ποικίλων λαλημάτων,]
ἐξηνεμώθην μωρίᾳ. τί γάρ μ᾽ ἐχρῆν
πόσιν φυλάσσειν, παρῆν ὅσων ἔδει;
940πολὺς μὲν ὄλβος: δωμάτων δ᾽ ἠνάσσομεν:
παῖδας δ᾽ ἐγὼ μὲν γνησίους ἔτικτον ἄν,
δ᾽ ἡμιδούλους τοῖς ἐμοῖς νοθαγενεῖς.
ἀλλ᾽ οὔποτ᾽ οὔποτ᾽οὐ γὰρ εἰσάπαξ ἐρῶ
χρὴ τούς γε νοῦν ἔχοντας, οἷς ἔστιν γυνή,
945πρὸς τὴν ἐν οἴκοις ἄλοχον ἐσφοιτᾶν ἐᾶν
γυναῖκας: αὗται γὰρ διδάσκαλοι κακῶν:
μέν τι κερδαίνουσα συμφθείρει λέχος,
δ᾽ ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλει,
πολλαὶ δὲ μαργότητι. κἀντεῦθεν δόμοι
950νοσοῦσιν ἀνδρῶν. πρὸς τάδ᾽ εὖ φυλάσσετε
κλῄθροισι καὶ μοχλοῖσι δωμάτων πύλας:
ὑγιὲς γὰρ οὐδὲν αἱ θύραθεν εἴσοδοι
δρῶσιν γυναικῶν, ἀλλὰ πολλὰ καὶ κακά.

Χορός
ἄγαν ἐφῆκας γλῶσσαν εἰς τὸ σύμφυτον.
955συγγνωστὰ μέν νυν σοὶ τάδ᾽, ἀλλ᾽ ὅμως χρεὼν
κοσμεῖν γυναῖκας τὰς γυναικείας νόσους.

hide References (2 total)
  • Commentary references to this page (1):
    • James Adam, The Republic of Plato, 2.360B
  • Cross-references to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter IV
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: