previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἑκάβη

πρῶτον μὲν εἰπὲ παῖδ᾽ ὃν ἐξ ἐμῆς χερὸς
Πολύδωρον ἔκ τε πατρὸς ἐν δόμοις ἔχεις,
εἰ ζῇ: τὰ δ᾽ ἄλλα δεύτερόν σ᾽ ἐρήσομαι.

Πολυμήστωρ

μάλιστα: τοὐκείνου μὲν εὐτυχεῖς μέρος.

Ἑκάβη

990 φίλταθ᾽, ὡς εὖ κἀξίως λέγεις σέθεν.

Πολυμήστωρ

τί δῆτα βούλῃ δεύτερον μαθεῖν ἐμοῦ;

Ἑκάβη

εἰ τῆς τεκούσης τῆσδε ... μέμνηταί τί μου;

Πολυμήστωρ

καὶ δεῦρό γ᾽ ὡς σὲ κρύφιος ἐζήτει μολεῖν.

Ἑκάβη

χρυσὸς δὲ σῶς ὃν ἦλθεν ἐκ Τροίας ἔχων;

Πολυμήστωρ

995σῶς, ἐν δόμοις γε τοῖς ἐμοῖς φρουρούμενος.

Ἑκάβη

σῶσόν νυν αὐτὸν μηδ᾽ ἔρα τῶν πλησίον.

Πολυμήστωρ

ἥκιστ᾽: ὀναίμην τοῦ παρόντος, γύναι.

Ἑκάβη

οἶσθ᾽ οὖν λέξαι σοί τε καὶ παισὶν θέλω;

Πολυμήστωρ

οὐκ οἶδα: τῷ σῷ τοῦτο σημανεῖς λόγῳ.

Ἑκάβη

1000ἔστ᾽, φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῇ

Πολυμήστωρ

τί χρῆμ᾽ κἀμὲ καὶ τέκν᾽ εἰδέναι χρεών;

Ἑκάβη

χρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες.

Πολυμήστωρ

ταῦτ᾽ ἔσθ᾽ βούλῃ παιδὶ σημῆναι σέθεν;

Ἑκάβη

μάλιστα, διὰ σοῦ γ᾽: εἶ γὰρ εὐσεβὴς ἀνήρ.

Πολυμήστωρ

1005τί δῆτα τέκνων τῶνδε δεῖ παρουσίας;

Ἑκάβη

ἄμεινον, ἢν σὺ κατθάνῃς, τούσδ᾽ εἰδέναι.

Πολυμήστωρ

καλῶς ἔλεξας: τῇδε καὶ σοφώτερον.

Ἑκάβη

οἶσθ᾽ οὖν Ἀθάνας Ἰλίας ἵνα στέγαι;

Πολυμήστωρ

ἐνταῦθ᾽ χρυσός ἐστι; σημεῖον δὲ τί;

Ἑκάβη

1010μέλαινα πέτρα γῆς ὑπερτέλλουσ᾽ ἄνω.

Πολυμήστωρ

ἔτ᾽ οὖν τι βούλῃ τῶν ἐκεῖ φράζειν ἐμοί;

Ἑκάβη

σῶσαί σε χρήμαθ᾽ οἷς συνεξῆλθον θέλω.

Πολυμήστωρ

ποῦ δῆτα; πέπλων ἐντὸς κρύψασ᾽ ἔχεις;

Ἑκάβη

σκύλων ἐν ὄχλῳ ταῖσδε σῴζεται στέγαις.

Πολυμήστωρ

1015ποῦ δ᾽; αἵδ᾽ Ἀχαιῶν ναύλοχοι περιπτυχαί.

Ἑκάβη

ἰδίᾳ γυναικῶν αἰχμαλωτίδων στέγαι.

Πολυμήστωρ

τἄνδον δὲ πιστὰ κἀρσένων ἐρημία;

Ἑκάβη

οὐδεὶς Ἀχαιῶν ἔνδον, ἀλλ᾽ ἡμεῖς μόναι.
ἀλλ᾽ ἕρπ᾽ ἐς οἴκους: καὶ γὰρ Ἀργεῖοι νεῶν
1020λῦσαι ποθοῦσιν οἴκαδ᾽ ἐκ Τροίας πόδα:
ὡς πάντα πράξας ὧν σε δεῖ στείχῃς πάλιν
ξὺν παισὶν οὗπερ τὸν ἐμὸν ᾤκισας γόνον.

Χορός

οὔπω δέδωκας, ἀλλ᾽ ἴσως δώσεις δίκην:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 460
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: