previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

συγγνώσθ᾽, ὅταν τις κρείσσον᾽ φέρειν κακὰ
πάθῃ, ταλαίνης ἐξαπαλλάξαι ζόης.

Ἀγαμέμνων

κραυγῆς ἀκούσας ἦλθον: οὐ γὰρ ἥσυχος
1110πέτρας ὀρείας παῖς λέλακ᾽ ἀνὰ στρατὸν
Ἠχὼ διδοῦσα θόρυβον: εἰ δὲ μὴ Φρυγῶν
πύργους πεσόντας ᾖσμεν Ἑλλήνων δορί,
φόβον παρέσχεν οὐ μέσως ὅδε κτύπος.

Πολυμήστωρ

φίλτατ᾽: ᾐσθόμην γάρ, Ἀγάμεμνον, σέθεν
1115φωνῆς ἀκούσας: εἰσορᾷς πάσχομεν;

Ἀγαμέμνων

ἔα:
Πολυμῆστορ: δύστηνε, τίς σ᾽ ἀπώλεσεν;
τίς ὄμμ᾽ ἔθηκε τυφλὸν αἱμάξας κόρας,
παῖδάς τε τούσδ᾽ ἔκτεινεν; μέγαν χόλον
σοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα.

Πολυμήστωρ

1120Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσιν
ἀπώλεσ᾽οὐκ ἀπώλεσ᾽, ἀλλὰ μειζόνως.

Ἀγαμέμνων

τί φῄς; σὺ τοὔργον εἴργασαι τόδ᾽, ὡς λέγει;
σὺ τόλμαν, Ἑκάβη, τήνδ᾽ ἔτλης ἀμήχανον;

Πολυμήστωρ

ὤμοι, τί λέξεις; γὰρ ἐγγύς ἐστί που;
1125σήμηνον, εἰπὲ ποῦ 'σθ᾽, ἵν᾽ ἁρπάσας χεροῖν
διασπάσωμαι καὶ καθαιμάξω χρόα.

Ἀγαμέμνων

οὗτος, τί πάσχεις;

Πολυμήστωρ
πρὸς θεῶν σε λίσσομαι,
μέθες μ᾽ ἐφεῖναι τῇδε μαργῶσαν χέρα.

Ἀγαμέμνων

ἴσχ᾽: ἐκβαλὼν δὲ καρδίας τὸ βάρβαρον
1130λέγ᾽, ὡς ἀκούσας σοῦ τε τῆσδέ τ᾽ ἐν μέρει
κρίνω δικαίως ἀνθ᾽ ὅτου πάσχεις τάδε.

Πολυμήστωρ

Πολυμήστωρ

λέγοιμ᾽ ἄν. ἦν τις Πριαμιδῶν νεώτατος,
Πολύδωρος, Ἑκάβης παῖς, ὃν ἐκ Τροίας ἐμοὶ
πατὴρ δίδωσι Πρίαμος ἐν δόμοις τρέφειν,
1135ὕποπτος ὢν δὴ Τρωικῆς ἁλώσεως.
τοῦτον κατέκτειν᾽: ἀνθ᾽ ὅτου δ᾽ ἔκτεινά νιν,
ἄκουσον, ὡς εὖ καὶ σοφῇ προμηθίᾳ.
ἔδεισα μὴ σοὶ πολέμιος λειφθεὶς παῖς
Τροίαν ἀθροίσῃ καὶ ξυνοικίσῃ πάλιν,
1140γνόντες δ᾽ Ἀχαιοὶ ζῶντα Πριαμιδῶν τινα
Φρυγῶν ἐς αἶαν αὖθις ἄρειαν στόλον,
κἄπειτα Θρῄκης πεδία τρίβοιεν τάδε
λεηλατοῦντες, γείτοσιν δ᾽ εἴη κακὸν
Τρώων, ἐν ᾧπερ νῦν, ἄναξ, ἐκάμνομεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.6.1
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: