previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἑκάβη

Ἑκάβη

Ἀγάμεμνον, ἀνθρώποισιν οὐκ ἐχρῆν ποτε
τῶν πραγμάτων τὴν γλῶσσαν ἰσχύειν πλέον:
ἀλλ᾽, εἴτε χρήστ᾽ ἔδρασε, χρήστ᾽ ἔδει λέγειν,
1190εἴτ᾽ αὖ πονηρά, τοὺς λόγους εἶναι σαθρούς,
καὶ μὴ δύνασθαι τἄδικ᾽ εὖ λέγειν ποτέ.
σοφοὶ μὲν οὖν εἰσ᾽ οἱ τάδ᾽ ἠκριβωκότες,
ἀλλ᾽ οὐ δύνανται διὰ τέλους εἶναι σοφοί,
κακῶς δ᾽ ἀπώλοντ᾽: οὔτις ἐξήλυξέ πω.
1195

καί μοι τὸ μὲν σὸν ὧδε φροιμίοις ἔχει:
πρὸς τόνδε δ᾽ εἶμι καὶ λόγοις ἀμείψομαι:
ὃς φῂς Ἀχαιῶν πόνον ἀπαλλάσσων διπλοῦν
Ἀγαμέμνονός θ᾽ ἕκατι παῖδ᾽ ἐμὸν κτανεῖν.
ἀλλ᾽, κάκιστε, πρῶτον οὔποτ᾽ ἂν φίλον
1200τὸ βάρβαρον γένοιτ᾽ ἂν Ἕλλησιν γένος
οὐδ᾽ ἂν δύναιτο. τίνα δὲ καὶ σπεύδων χάριν
πρόθυμος ἦσθα; πότερα κηδεύσων τινὰ
συγγενὴς ὤν, τίν᾽ αἰτίαν ἔχων;
σῆς ἔμελλον γῆς τεμεῖν βλαστήματα
1205πλεύσαντες αὖθις; τίνα δοκεῖς πείσειν τάδε;
χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν,
ἔκτεινε τὸν ἐμὸν παῖδα, καὶ κέρδη τὰ σά.
ἐπεὶ δίδαξον τοῦτο: πῶς, ὅτ᾽ εὐτύχει
Τροία, πέριξ δὲ πύργος εἶχ᾽ ἔτι πτόλιν,
1210ἔζη τε Πρίαμος Ἕκτορός τ᾽ ἤνθει δόρυ,
τί δ᾽ οὐ τότ᾽, εἴπερ τῷδ᾽ ἐβουλήθης χάριν
θέσθαι, τρέφων τὸν παῖδα κἀν δόμοις ἔχων
ἔκτεινας ζῶντ᾽ ἦλθες Ἀργείοις ἄγων;
ἀλλ᾽ ἡνίχ᾽ ἡμεῖς οὐκέτ᾽ ἐσμὲν ἐν φάει
1215καπνῷ δ᾽ ἐσήμην᾽ ἄστυπολεμίων ὕπο,
ξένον κατέκτας σὴν μολόντ᾽ ἐφ᾽ ἑστίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 1-150
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: