previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πολυμήστωρ

οἴμοι, γυναικός, ὡς ἔοιχ᾽, ἡσσώμενος
δούλης ὑφέξω τοῖς κακίοσιν δίκην.

Ἀγαμέμνων

οὔκουν δικαίως, εἴπερ εἰργάσω κακά;

Πολυμήστωρ

1255οἴμοι τέκνων τῶνδ᾽ ὀμμάτων τ᾽ ἐμῶν, τάλας.

Ἑκάβη

ἀλγεῖς: τί δ᾽; 'μὲ παιδὸς οὐκ ἀλγεῖν δοκεῖς;

Πολυμήστωρ

χαίρεις ὑβρίζουσ᾽ εἰς ἔμ᾽, πανοῦργε σύ;

Ἑκάβη

οὐ γάρ με χαίρειν χρή σε τιμωρουμένην;

Πολυμήστωρ

ἀλλ᾽ οὐ τάχ᾽, ἡνίκ᾽ ἄν σε ποντία νοτὶς

Ἑκάβη

1260μῶν ναυστολήσῃ γῆς ὅρους Ἑλληνίδος;

Πολυμήστωρ

κρύψῃ μὲν οὖν πεσοῦσαν ἐκ καρχησίων.

Ἑκάβη

πρὸς τοῦ βιαίων τυγχάνουσαν ἁλμάτων;

Πολυμήστωρ

αὐτὴ πρὸς ἱστὸν ναὸς ἀμβήσῃ ποδί.

Ἑκάβη

ὑποπτέροις νώτοισιν ποίῳ τρόπῳ;

Πολυμήστωρ

1265κύων γενήσῃ πύρσ᾽ ἔχουσα δέργματα.

Ἑκάβη

πῶς δ᾽ οἶσθα μορφῆς τῆς ἐμῆς μετάστασιν;

Πολυμήστωρ

Θρῃξὶ μάντις εἶπε Διόνυσος τάδε.

Ἑκάβη

σοὶ δ᾽ οὐκ ἔχρησεν οὐδὲν ὧν ἔχεις κακῶν;

Πολυμήστωρ

οὐ γάρ ποτ᾽ ἂν σύ μ᾽ εἷλες ὧδε σὺν δόλῳ.

Ἑκάβη

1270θανοῦσα δ᾽ ζῶσ᾽ ἐνθάδ᾽ ἐκπλήσω βίον;

Πολυμήστωρ

θανοῦσα: τύμβῳ δ᾽ ὄνομα σῷ κεκλήσεται

Ἑκάβη

μορφῆς ἐπῳδόν, τί, τῆς ἐμῆς ἐρεῖς;

Πολυμήστωρ

κυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέκμαρ.

Ἑκάβη

οὐδὲν μέλει μοι σοῦ γέ μοι δόντος δίκην.

Πολυμήστωρ

1275καὶ σήν γ᾽ ἀνάγκη παῖδα Κασάνδραν θανεῖν.

Ἑκάβη

ἀπέπτυσ᾽: αὐτῷ ταῦτα σοὶ δίδωμ᾽ ἔχειν.

Πολυμήστωρ

κτενεῖ νιν τοῦδ᾽ ἄλοχος, οἰκουρὸς πικρά.

Ἑκάβη

μήπω μανείη Τυνδαρὶς τοσόνδε παῖς.

Πολυμήστωρ

καὐτόν γε τοῦτον, πέλεκυν ἐξάρασ᾽ ἄνω.

Ἀγαμέμνων

1280οὗτος σύ, μαίνῃ καὶ κακῶν ἐρᾷς τυχεῖν;

Πολυμήστωρ

κτεῖν᾽, ὡς ἐν Ἄργει φόνια λουτρά σ᾽ ἀμμένει.

Ἀγαμέμνων

οὐχ ἕλξετ᾽ αὐτόν, δμῶες, ἐκποδὼν βίᾳ;

Πολυμήστωρ

ἀλγεῖς ἀκούων;

Ἀγαμέμνων
οὐκ ἐφέξετε στόμα;

Πολυμήστωρ

ἐγκλῄετ᾽: εἴρηται γάρ.

Ἀγαμέμνων
οὐχ ὅσον τάχος
1285νήσων ἐρήμων αὐτὸν ἐκβαλεῖτέ που,
ἐπείπερ οὕτω καὶ λίαν θρασυστομεῖ;
Ἑκάβη, σὺ δ᾽, τάλαινα, διπτύχους νεκροὺς
στείχουσα θάπτε: δεσποτῶν δ᾽ ὑμᾶς χρεὼν
σκηναῖς πελάζειν, Τρῳάδες: καὶ γὰρ πνοὰς
1290πρὸς οἶκον ἤδη τάσδε πομπίμους ὁρῶ.
εὖ δ᾽ ἐς πάτραν πλεύσαιμεν, εὖ δὲ τἀν δόμοις
ἔχοντ᾽ ἴδοιμεν τῶνδ᾽ ἀφειμένοι πόνων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 7.111
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: