previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

καὶ μὴν Ὀδυσσεὺς ἔρχεται σπουδῇ ποδός,
Ἑκάβη, νέον τι πρὸς σὲ σημανῶν ἔπος.

Ὀδυσσεύς

γύναι, δοκῶ μέν σ᾽ εἰδέναι γνώμην στρατοῦ
ψῆφόν τε τὴν κρανθεῖσαν: ἀλλ᾽ ὅμως φράσω.
220ἔδοξ᾽ Ἀχαιοῖς παῖδα σὴν Πολυξένην
σφάξαι πρὸς ὀρθὸν χῶμ᾽ Ἀχιλλείου τάφου.
ἡμᾶς δὲ πομποὺς καὶ κομιστῆρας κόρης
τάσσουσιν εἶναι: θύματος δ᾽ ἐπιστάτης
ἱερεύς τ᾽ ἐπέσται τοῦδε παῖς Ἀχιλλέως.
225οἶσθ᾽ οὖν δρᾶσον; μήτ᾽ ἀποσπασθῇς βίᾳ
μήτ᾽ ἐς χερῶν ἅμιλλαν ἐξέλθῃς ἐμοί:
γίγνωσκε δ᾽ ἀλκὴν καὶ παρουσίαν κακῶν
τῶν σῶν. σοφόν τοι κἀν κακοῖς δεῖ φρονεῖν.

Ἑκάβη

αἰαῖ: παρέστηχ᾽, ὡς ἔοικ᾽, ἀγὼν μέγας,
230πλήρης στεναγμῶν οὐδὲ δακρύων κενός.
κἄγωγ᾽ ἄρ᾽ οὐκ ἔθνῃσκον οὗ μ᾽ ἐχρῆν θανεῖν,
οὐδ᾽ ὤλεσέν με Ζεύς, τρέφει δ᾽, ὅπως ὁρῶ
κακῶν κάκ᾽ ἄλλα μείζον᾽ τάλαιν᾽ ἐγώ.
εἰ δ᾽ ἔστι τοῖς δούλοισι τοὺς ἐλευθέρους
235μὴ λυπρὰ μηδὲ καρδίας δηκτήρια
ἐξιστορῆσαι, σοὶ μὲν εἰρῆσθαι χρεών,
ἡμᾶς δ᾽ ἀκοῦσαι τοὺς ἐρωτῶντας τάδε.

Ὀδυσσεύς

ἔξεστ᾽, ἐρώτα: τοῦ χρόνου γὰρ οὐ φθονῶ.

Ἑκάβη

οἶσθ᾽ ἡνίκ᾽ ἦλθες Ἰλίου κατάσκοπος,
240δυσχλαινίᾳ τ᾽ ἄμορφος, ὀμμάτων τ᾽ ἄπο
φόνου σταλαγμοὶ σὴν κατέσταζον γένυν;

Ὀδυσσεύς

οἶδ᾽: οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου.

Ἑκάβη

ἔγνω δέ σ᾽ Ἑλένη καὶ μόνῃ κατεῖπ᾽ ἐμοί;

Ὀδυσσεύς

μεμνήμεθ᾽ ἐς κίνδυνον ἐλθόντες μέγαν.

Ἑκάβη

245ἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν;

Ὀδυσσεύς

ὥστ᾽ ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρ᾽ ἐμήν.

Ἑκάβη

ἔσωσα δῆτά σ᾽ ἐξέπεμψά τε χθονός;

Ὀδυσσεύς

ὥστ᾽ εἰσορᾶν γε φέγγος ἡλίου τόδε.

Ἑκάβη

τί δῆτ᾽ ἔλεξας δοῦλος ὢν ἐμὸς τότε;

Ὀδυσσεύς

250πολλῶν λόγων εὑρήμαθ᾽, ὥστε μὴ θανεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: