previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἑκάβη

οὔκουν κακύνῃ τοῖσδε τοῖς βουλεύμασιν,
ὃς ἐξ ἐμοῦ μὲν ἔπαθες οἷα φῂς παθεῖν,
δρᾷς δ᾽ οὐδὲν ἡμᾶς εὖ, κακῶς δ᾽ ὅσον δύνῃ;
ἀχάριστον ὑμῶν σπέρμ᾽, ὅσοι δημηγόρους
255ζηλοῦτε τιμάς: μηδὲ γιγνώσκοισθέ μοι,
οἳ τοὺς φίλους βλάπτοντες οὐ φροντίζετε,
ἢν τοῖσι πολλοῖς πρὸς χάριν λέγητέ τι.
ἀτὰρ τί δὴ σόφισμα τοῦθ᾽ ἡγούμενοι
ἐς τήνδε παῖδα ψῆφον ὥρισαν φόνου;
260πότερα τὸ χρῆν σφ᾽ ἐπήγαγ᾽ ἀνθρωποσφαγεῖν
πρὸς τύμβον, ἔνθα βουθυτεῖν μᾶλλον πρέπει;
τοὺς κτανόντας ἀνταποκτεῖναι θέλων
ἐς τήνδ᾽ Ἀχιλλεὺς ἐνδίκως τείνει φόνον;
ἀλλ᾽ οὐδὲν αὐτὸν ἥδε γ᾽ εἴργασται κακόν.
265Ἑλένην νιν αἰτεῖν χρῆν τάφῳ προσφάγματα:
κείνη γὰρ ὤλεσέν νιν ἐς Τροίαν τ᾽ ἄγει.
εἰ δ᾽ αἰχμαλώτων χρή τιν᾽ ἔκκριτον θανεῖν
κάλλει θ᾽ ὑπερφέρουσαν, οὐχ ἡμῶν τόδε:
Τυνδαρὶς γὰρ εἶδος ἐκπρεπεστάτη,
270ἀδικοῦσά θ᾽ ἡμῶν οὐδὲν ἧσσον ηὑρέθη.
τῷ μὲν δικαίῳ τόνδ᾽ ἁμιλλῶμαι λόγον:
δ᾽ ἀντιδοῦναι δεῖ σ᾽ ἀπαιτούσης ἐμοῦ,
ἄκουσον. ἥψω τῆς ἐμῆς, ὡς φῄς, χερὸς
καὶ τῆσδε γραίας προσπίτνων παρηίδος:
275ἀνθάπτομαί σου τῶνδε τῶν αὐτῶν ἐγὼ
χάριν τ᾽ ἀπαιτῶ τὴν τόθ᾽ ἱκετεύω τέ σε,
μή μου τὸ τέκνον ἐκ χερῶν ἀποσπάσῃς,
μηδὲ κτάνητε: τῶν τεθνηκότων ἅλις.
ταύτῃ γέγηθα κἀπιλήθομαι κακῶν:
280ἥδ᾽ ἀντὶ πολλῶν ἐστί μοι παραψυχή,
πόλις, τιθήνη, βάκτρον, ἡγεμὼν ὁδοῦ.
οὐ τοὺς κρατοῦντας χρὴ κρατεῖν μὴ χρεών,
οὐδ᾽ εὐτυχοῦντας εὖ δοκεῖν πράξειν ἀεί:
κἀγὼ γὰρ ποτ᾽, ἀλλὰ νῦν οὐκ εἴμ᾽ ἔτι,
285τὸν πάντα δ᾽ ὄλβον ἦμαρ ἕν μ᾽ ἀφείλετο.
ἀλλ᾽, φίλον γένειον, αἰδέσθητί με,
οἴκτιρον: ἐλθὼν δ᾽ εἰς Ἀχαιικὸν στρατὸν
παρηγόρησον, ὡς ἀποκτείνειν φθόνος
γυναῖκας, ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε
290βωμῶν ἀποσπάσαντες, ἀλλ᾽ ᾠκτίρατε.
νόμος δ᾽ ἐν ὑμῖν τοῖς τ᾽ ἐλευθέροις ἴσος
καὶ τοῖσι δούλοις αἵματος κεῖται πέρι.
τὸ δ᾽ ἀξίωμα, κἂν κακῶς λέγῃ, τὸ σὸν
πείσει: λόγος γὰρ ἔκ τ᾽ ἀδοξούντων ἰὼν
295κἀκ τῶν δοκούντων αὑτὸς οὐ ταὐτὸν σθένει.

Χορός

οὐκ ἔστιν οὕτω στερρὸς ἀνθρώπου φύσις,
ἥτις γόων σῶν καὶ μακρῶν ὀδυρμάτων
κλύουσα θρήνους οὐκ ἂν ἐκβάλοι δάκρυ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 24
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: