previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὀδυσσεύς

Ἑκάβη, διδάσκου, μηδὲ τῷ θυμουμένῳ
300τὸν εὖ λέγοντα δυσμενῆ ποιοῦ φρενός.
ἐγὼ τὸ μὲν σὸν σῶμ᾽ ὑφ᾽ οὗπερ εὐτύχουν
σῴζειν ἕτοιμός εἰμι κοὐκ ἄλλως λέγω:
δ᾽ εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι,
Τροίας ἁλούσης ἀνδρὶ τῷ πρώτῳ στρατοῦ
305σὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένῳ.
ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις,
ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ
μηδὲν φέρηται τῶν κακιόνων πλέον.
ἡμῖν δ᾽ Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι,
310θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστ᾽ ἀνήρ.
οὔκουν τόδ᾽ αἰσχρόν, εἰ βλέποντι μὲν φίλῳ
χρώμεσθ᾽, ἐπεὶ δ᾽ ὄλωλε, μὴ χρώμεσθ᾽ ἔτι;
εἶεν: τί δῆτ᾽ ἐρεῖ τις, ἤν τις αὖ φανῇ
στρατοῦ τ᾽ ἄθροισις πολεμίων τ᾽ ἀγωνία;
315πότερα μαχούμεθ᾽ φιλοψυχήσομεν,
τὸν κατθανόνθ᾽ ὁρῶντες οὐ τιμώμενον;
καὶ μὴν ἔμοιγε ζῶντι μέν, καθ᾽ ἡμέραν
κεἰ σμίκρ᾽ ἔχοιμι, πάντ᾽ ἂν ἀρκούντως ἔχοι:
τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον
320τὸν ἐμὸν ὁρᾶσθαι: διὰ μακροῦ γὰρ χάρις.
εἰ δ᾽ οἰκτρὰ πάσχειν φῄς, τάδ᾽ ἀντάκουέ μου:
εἰσὶν παρ᾽ ἡμῖν οὐδὲν ἧσσον ἄθλιαι
γραῖαι γυναῖκες ἠδὲ πρεσβῦται σέθεν,
νύμφαι τ᾽ ἀρίστων νυμφίων τητώμεναι,
325ὧν ἥδε κεύθει σώματ᾽ Ἰδαία κόνις.
τόλμα τάδ᾽. ἡμεῖς δ᾽, εἰ κακῶς νομίζομεν
τιμᾶν τὸν ἐσθλόν, ἀμαθίαν ὀφλήσομεν:
οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλους
ἡγεῖσθε, μήτε τοὺς καλῶς τεθνηκότας
330θαυμάζεθ᾽, ὡς ἂν μὲν Ἑλλὰς εὐτυχῇ,
ὑμεῖς δ᾽ ἔχηθ᾽ ὅμοια τοῖς βουλεύμασιν.

Χορός

αἰαῖ: τὸ δοῦλον ὡς κακὸν πέφυκ᾽ ἀεὶ
τολμᾷ θ᾽ μὴ χρή, τῇ βίᾳ νικώμενον.

Ἑκάβη

θύγατερ, οὑμοὶ μὲν λόγοι πρὸς αἰθέρα
335φροῦδοι μάτην ῥιφέντες ἀμφὶ σοῦ φόνου:
σὺ δ᾽, εἴ τι μείζω δύναμιν μήτηρ ἔχεις,
σπούδαζε πάσας ὥστ᾽ ἀηδόνος στόμα
φθογγὰς ἱεῖσα, μὴ στερηθῆναι βίου.
πρόσπιπτε δ᾽ οἰκτρῶς τοῦδ᾽ Ὀδυσσέως γόνυ
340καὶ πεῖθ᾽ἔχεις δὲ πρόφασιν: ἔστι γὰρ τέκνα
καὶ τῷδετὴν σὴν ὥστ᾽ ἐποικτῖραι τύχην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: