previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ταλθύβιος

ποῦ τὴν ἄνασσαν δή ποτ᾽ οὖσαν Ἰλίου
485Ἑκάβην ἂν ἐξεύροιμι, Τρῳάδες κόραι;

Χορός

αὕτη πέλας σου νῶτ᾽ ἔχουσ᾽ ἐπὶ χθονί,
Ταλθύβιε, κεῖται ξυγκεκλῃμένη πέπλοις.

Ταλθύβιος

Ζεῦ, τί λέξω; πότερά σ᾽ ἀνθρώπους ὁρᾶν;
δόξαν ἄλλως τήνδε κεκτῆσθαι μάτην,
490ψευδῆ, δοκοῦντας δαιμόνων εἶναι γένος
τύχην δὲ πάντα τἀν βροτοῖς ἐπισκοπεῖν;
οὐχ ἥδ᾽ ἄνασσα τῶν πολυχρύσων Φρυγῶν,
οὐχ ἥδε Πριάμου τοῦ μέγ᾽ ὀλβίου δάμαρ;
καὶ νῦν πόλις μὲν πᾶσ᾽ ἀνέστηκεν δορί,
495αὐτὴ δὲ δούλη γραῦς ἄπαις ἐπὶ χθονὶ
κεῖται, κόνει φύρουσα δύστηνον κάρα.
φεῦ φεῦ: γέρων μέν εἰμ᾽, ὅμως δέ μοι θανεῖν
εἴη πρὶν αἰσχρᾷ περιπεσεῖν τύχῃ τινί.
ἀνίστασ᾽, δύστηνε, καὶ μετάρσιον
500πλευρὰν ἔπαιρε καὶ τὸ πάλλευκον κάρα.

Ἑκάβη

ἔα: τίς οὗτος σῶμα τοὐμὸν οὐκ ἐᾷ
κεῖσθαι; τί κινεῖς μ᾽, ὅστις εἶ, λυπουμένην;

Ταλθύβιος

Ταλθύβιος ἥκω Δαναϊδῶν ὑπηρέτης,
Ἀγαμέμνονος πέμψαντος, γύναι, μέτα.

Ἑκάβη

505 φίλτατ᾽, ἆρα κἄμ᾽ ἐπισφάξαι τάφῳ
δοκοῦν Ἀχαιοῖς ἦλθες; ὡς φίλ᾽ ἂν λέγοις.
σπεύδωμεν, ἐγκονῶμεν: ἡγοῦ μοι, γέρον.

Ταλθύβιος

σὴν παῖδα κατθανοῦσαν ὡς θάψῃς, γύναι,
ἥκω μεταστείχων σε: πέμπουσιν δέ με
510δισσοί τ᾽ Ἀτρεῖδαι καὶ λεὼς Ἀχαιικός.

Ἑκάβη

οἴμοι, τί λέξεις; οὐκ ἄρ᾽ ὡς θανουμένους
μετῆλθες ἡμᾶς, ἀλλὰ σημανῶν κακά;
ὄλωλας, παῖ, μητρὸς ἁρπασθεῖσ᾽ ἄπο:
ἡμεῖς δ᾽ ἄτεκνοι τοὐπὶ σ᾽: τάλαιν᾽ ἐγώ.
515πῶς καί νιν ἐξεπράξατ᾽; ἆρ᾽ αἰδούμενοι;
πρὸς τὸ δεινὸν ἤλθεθ᾽ ὡς ἐχθράν, γέρον,
κτείνοντες; εἰπέ, καίπερ οὐ λέξων φίλα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 491
  • Cross-references to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter II
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: