previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἑκάβη

οἴμοι, βλέπω δὴ παῖδ᾽ ἐμὸν τεθνηκότα,
Πολύδωρον, ὅν μοι Θρῂξ ἔσῳζ᾽ οἴκοις ἀνήρ.
ἀπωλόμην δύστηνος, οὐκέτ᾽ εἰμὶ δή.
τέκνον τέκνον,
685αἰαῖ, κατάρχομαι γόων,
βακχεῖον ἐξ ἀλάστορος
ἀρτιμαθῆ νόμον.

Θεράπαινα

ἔγνως γὰρ ἄτην παιδός, δύστηνε σύ;

Ἑκάβη

ἄπιστ᾽ ἄπιστα, καινὰ καινὰ δέρκομαι.
690ἕτερα δ᾽ ἀφ᾽ ἑτέρων κακὰ κακῶν κυρεῖ:
οὐδέ ποτ᾽ ἀστένακτος ἀδάκρυτος ἁ-
μέρα μ᾽ ἐπισχήσει.

Χορός

δείν᾽, τάλαινα, δεινὰ πάσχομεν κακά.


Ἑκάβη

τέκνον τέκνον ταλαίνας ματρός,
695τίνι μόρῳ θνῄσκεις,
τίνι πότμῳ κεῖσαι;
πρὸς τίνος ἀνθρώπων;

Θεράπαινα

οὐκ οἶδ᾽: ἐπ᾽ ἀκταῖς νιν κυρῶ θαλασσίαις ...

Ἑκάβη

ἔκβλητον, πέσημα φοινίου δορός,
700ἐν ψαμάθῳ λευρᾷ;

Θεράπαινα

πόντου νιν ἐξήνεγκε πελάγιος κλύδων.


Ἑκάβη

ὤμοι, αἰαῖ, ἔμαθον ἔνυπνον ὀμμάτων
ἐμῶν ὄψιν: οὔ με παρέβα
705φάσμα μελανόπτερον, τὰν ἐσεῖδον ἀμφὶ σέ,
τέκνον, οὐκέτ᾽ ὄντα Διὸς ἐν φάει.

Χορός

τίς γάρ νιν ἔκτειν᾽; οἶσθ᾽ ὀνειρόφρων φράσαι;

Ἑκάβη

710ἐμὸς ἐμὸς ξένος, Θρῄκιος ἱππότας,
ἵν᾽ γέρων πατὴρ ἔθετό νιν κρύψας.

Χορός

οἴμοι, τί λέξεις; χρυσὸν ὡς ἔχοι κτανών;

Ἑκάβη

ἄρρητ᾽ ἀνωνόμαστα, θαυμάτων πέρα,
715οὐχ ὅσι᾽ οὐδ᾽ ἀνεκτά. ποῦ δίκα ξένων;
κατάρατ᾽ ἀνδρῶν, ὡς διεμοιράσω
χρόα, σιδαρέῳ τεμὼν φασγάνῳ
720μέλεα τοῦδε παιδὸς οὐδ᾽ ᾤκτισας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 211
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1064
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: