previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θεράπων

κλειναὶ γυναῖκες, ποῦ κόρην Ἐρεχθέως,
δέσποιναν εὕρω; πανταχῇ γὰρ ἄστεως
ζητῶν νιν ἐξέπλησα κοὐκ ἔχω λαβεῖν.

Χορός

τί δ᾽ ἔστιν, ξύνδουλε; τίς προθυμία
1110ποδῶν ἔχει σε, καὶ λόγους τίνας φέρεις;

Θεράπων

θηρώμεθ᾽: ἀρχαὶ δ᾽ ἁπιχώριοι χθονὸς
ζητοῦσιν αὐτήν, ὡς θάνῃ πετρουμένη.

Χορός

οἴμοι, τί λέξεις; οὔτι που λελήμμεθα
κρυφαῖον ἐς παῖδ᾽ ἐκπορίζουσαι φόνον;

Θεράπων

1115ἔγνως; — μεθέξεις οὐκ ἐν ὑστάτοις κακοῦ.

Χορός

ὤφθη δὲ πῶς τὰ κρυπτὰ μηχανήματα;

Θεράπων

τὸ μὴ δίκαιον τῆς δίκης ἡσσώμενον
ἐξηῦρεν θεός, οὐ μιανθῆναι θέλων.

Χορός

πῶς; ἀντιάζω σ᾽ ἱκέτις ἐξειπεῖν τάδε.
1120πεπυσμέναι γάρ, εἰ θανεῖν ὅμως χρεών,
ἥδιον ἂν θάνοιμεν, εἴθ᾽ ὁρᾶν φάος.

Θεράπων

Θεράπων

ἐπεὶ θεοῦ μαντεῖον ᾤχετ᾽ ἐκλιπὼν
πόσις Κρεούσης, παῖδα τὸν καινὸν λαβὼν
πρὸς δεῖπνα θυσίας θ᾽ ἃς θεοῖς ὡπλίζετο,
1125Ξοῦθος μὲν ᾤχετ᾽ ἔνθα πῦρ πηδᾷ θεοῦ
βακχεῖον, ὡς σφαγαῖσι Διονύσου πέτρας
δεύσειε δισσὰς παιδὸς ἀντ᾽ ὀπτηρίων,
λέξας: Σὺ μὲν νῦν, τέκνον, ἀμφήρεις μένων
σκηνὰς ἀνίστη τεκτόνων μοχθήμασι.
1130θύσας δὲ Γενέταις Θεοῖσιν ἢν μακρὸν χρόνον
μένω, παροῦσι δαῖτες ἔστωσαν φίλοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 1126
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: