previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λαβὼν δὲ μόσχους ᾤχεθ᾽: δὲ νεανίας
σεμνῶς ἀτοίχους περιβολὰς σκηνωμάτων
ὀρθοστάταις ἱδρύεθ᾽, ἡλίου βολὰς
1135καλῶς φυλάξας, οὔτε πρὸς μέσας φλογὸς
ἀκτῖνας, οὔτ᾽ αὖ πρὸς τελευτώσας βίον,
πλέθρου σταθμήσας μῆκος εἰς εὐγωνίαν,
μέτρημ᾽ ἔχουσαν τοὐν μέσῳ γε μυρίων
ποδῶν ἀριθμόν, ὡς λέγουσιν οἱ σοφοί,
1140ὡς πάντα Δελφῶν λαὸν ἐς θοίνην καλῶν.
λαβὼν δ᾽ ὑφάσμαθ᾽ ἱερὰ θησαυρῶν πάρα
κατεσκίαζε, θαύματ᾽ ἀνθρώποις ὁρᾶν.
πρῶτον μὲν ὀρόφῳ πτέρυγα περιβάλλει πέπλων,
ἀνάθημα Δίου παιδός, οὓς Ἡρακλέης
1145Ἀμαζόνων σκυλεύματ᾽ ἤνεγκεν θεῷ.
ἐνῆν δ᾽ ὑφανταὶ γράμμασιν τοιαίδ᾽ ὑφαί,
Οὐρανὸς ἀθροίζων ἄστρ᾽ ἐν αἰθέρος κύκλῳ.
ἵππους μὲν ἤλαυν᾽ ἐς τελευταίαν φλόγα
Ἥλιος, ἐφέλκων λαμπρὸν Ἑσπέρου φάος:
1150μελάμπεπλος δὲ Νὺξ ἀσείρωτον ζυγοῖς
ὄχημ᾽ ἔπαλλεν, ἄστρα δ᾽ ὡμάρτει θεᾷ:
Πλειὰς μὲν ᾔει μεσοπόρου δι᾽ αἰθέρος
τε ξιφήρης Ὠρίων, ὕπερθε δὲ
Ἄρκτος στρέφουσ᾽ οὐραῖα χρυσήρη πόλῳ:
1155κύκλος δὲ πανσέληνος ἠκόντιζ᾽ ἄνω
μηνὸς διχήρης, Ὑάδες τε, ναυτίλοις
σαφέστατον σημεῖον, τε φωσφόρος
Ἕως διώκουσ᾽ ἄστρα. τοίχοισιν δ᾽ ἔπι
ἤμπισχεν ἄλλα βαρβάρων ὑφάσματα:
1160εὐηρέτμους ναῦς ἀντίας Ἑλληνίσιν,
καὶ μιξόθηρας φῶτας, ἱππείας τ᾽ ἄγρας
ἐλάφων, λεόντων τ᾽ ἀγρίων θηράματα.
κατ᾽ εἰσόδους δὲ Κέκροπα θυγατέρων πέλας
σπείραισιν εἱλίσσοντ᾽, Ἀθηναίων τινὸς
1165ἀνάθημα: χρυσέους τ᾽ ἐν μέσῳ συσσιτίῳ
κρατῆρας ἔστησ᾽. ἐν δ᾽ ἄκροισι βὰς ποσὶ
κῆρυξ ἀνεῖπε τὸν θέλοντ᾽ ἐγχωρίων
ἐς δαῖτα χωρεῖν. ὡς δ᾽ ἐπληρώθη στέγη,
στεφάνοισι κοσμηθέντες εὐόχθου βορᾶς
1170ψυχὴν ἐπλήρουν. ὡς δ᾽ ἀνεῖσαν ἡδονήν,
παρελθὼν πρέσβυς ἐς μέσον πέδον
ἔστη, γέλων δ᾽ ἔθηκε συνδείπνοις πολύν,
πρόθυμα πράσσων: ἔκ τε γὰρ κρωσσῶν ὕδωρ
χεροῖν ἔπεμπε νίπτρα, κἀξεθυμία
1175σμύρνης ἱδρῶτα, χρυσέων τ᾽ ἐκπωμάτων
ἦρχ᾽, αὐτὸς αὑτῷ τόνδε προστάξας πόνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1146
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: