previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ἴων

ταυρόμορφον ὄμμα Κηφισοῦ πατρός,
οἵαν ἔχιδναν τήνδ᾽ ἔφυσας πυρὸς
δράκοντ᾽ ἀναβλέποντα φοινίαν φλόγα,
τόλμα πᾶσ᾽ ἔνεστιν, οὐδ᾽ ἥσσων ἔφυ
1265Γοργοῦς σταλαγμῶν, οἷς ἔμελλέ με κτενεῖν.
λάζυσθ᾽, ἵν᾽ αὐτῆς τοὺς ἀκηράτους πλόκους
κόμης καταξήνωσι Παρνασοῦ πλάκες,
ὅθεν πετραῖον ἅλμα δισκηθήσεται.
ἐσθλοῦ δ᾽ ἔκυρσα δαίμονος, πρὶν ἐς πόλιν
1270μολεῖν Ἀθηνῶν χὑπὸ μητρυιὰν πεσεῖν.
ἐν συμμάχοις γὰρ ἀνεμετρησάμην φρένας
τὰς σάς, ὅσον μοι πῆμα δυσμενής τ᾽ ἔφυς:
ἔσω γὰρ ἄν με περιβαλοῦσα δωμάτων
ἄρδην ἂν ἐξέπεμψας εἰς Ἅιδου δόμους.
1275ἀλλ᾽ οὔτε βωμὸς οὔτ᾽ Ἀπόλλωνος δόμος
σώσει σ᾽: δ᾽ οἶκτος σὸς ἐμοὶ κρείσσων πάρα
καὶ μητρὶ τἠμῇ: καὶ γὰρ εἰ τὸ σῶμά μοι
ἄπεστιν αὐτῆς, τοὔνομ᾽ οὐκ ἄπεστί πω.
ἴδεσθε τὴν πανοῦργον, ἐκ τέχνης τέχνην
1280οἵαν ἔπλεξε: βωμὸν ἔπτηξεν θεοῦ,
ὡς οὐ δίκην δώσουσα τῶν εἰργασμένων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 531
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: