previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κρέουσα

1395τί δῆτα φάσμα τῶν ἀνελπίστων ὁρῶ;

Ἴων

σίγα σύ: πολλὰ καὶ πάροιθεν οἶσθά μοι

Κρέουσα

οὐκ ἐν σιωπῇ τἀμά: μή με νουθέτει.
ὁρῶ γὰρ ἄγγος οὗ 'ξέθηκ᾽ ἐγώ ποτε
σέ γ᾽, τέκνον μοι, βρέφος ἔτ᾽ ὄντα νήπιον,
1400Κέκροπος ἐς ἄντρα καὶ Μακρὰς πετρηρεφεῖς.
λείψω δὲ βωμὸν τόνδε, κεἰ θανεῖν με χρή.

Ἴων

λάζυσθε τήνδε: θεομανὴς γὰρ ἥλατο
βωμοῦ λιποῦσα ξόανα: δεῖτε δ᾽ ὠλένας.

Κρέουσα

σφάζοντες οὐ λήγοιτ᾽ ἄν: ὡς ἀνθέξομαι
1405καὶ τῆσδε καὶ σοῦ τῶν τε σῶν κεκρυμμένων.

Ἴων

τάδ᾽ οὐχὶ δεινά; ῥυσιάζομαι λόγῳ.

Κρέουσα

οὔκ, ἀλλὰ σοῖς φίλοισιν εὑρίσκῃ φίλος.

Ἴων

ἐγὼ φίλος σός; κᾆτά μ᾽ ἔκτεινες λάθρα;

Κρέουσα

παῖς γ᾽, εἰ τόδ᾽ ἐστὶ τοῖς τεκοῦσι φίλτατον.

Ἴων

1410παῦσαι πλέκουσα. — λήψομαί σ᾽ ἐγὼ καλῶς.

Κρέουσα

ἐς τοῦθ᾽ ἱκοίμην, τοῦδε τοξεύω, τέκνον.

Ἴων

κενὸν τόδ᾽ ἄγγος στέγει πλήρωμά τι;

Κρέουσα

σά γ᾽ ἔνδυθ᾽, οἷσί σ᾽ ἐξέθηκ᾽ ἐγώ ποτε.

Ἴων

καὶ τοὔνομ᾽ αὐτῶν ἐξερεῖς πρὶν εἰσιδεῖν;

Κρέουσα

1415κἂν μὴ φράσω γε, κατθανεῖν ὑφίσταμαι.

Ἴων

λέγ᾽: ὡς ἔχει τι δεινὸν γε τόλμα σου.

Κρέουσα

σκέψασθ᾽: παῖς ποτ᾽ οὖσ᾽ ὕφασμ᾽ ὕφην᾽ ἐγὼ

Ἴων

ποῖόν τι; πολλὰ παρθένων ὑφάσματα.

Κρέουσα

οὐ τέλεον, οἷον δ᾽ ἐκδίδαγμα κερκίδος.

Ἴων

1420μορφὴν ἔχον τίν᾽; ὥς με μὴ ταύτῃ λάβῃς.

Κρέουσα

Γοργὼ μὲν ἐν μέσοισιν ἠτρίοις πέπλων.

Ἴων

Ζεῦ, τίς ἡμᾶς ἐκκυνηγετεῖ πότμος;

Κρέουσα

κεκρασπέδωται δ᾽ ὄφεσιν αἰγίδος τρόπον.

Ἴων

ἰδού:
τόδ᾽ ἔσθ᾽ ὕφασμα, θέσφαθ᾽ ὡς εὑρίσκομεν.

Κρέουσα

1425 χρόνιον ἱστῶν παρθένευμα τῶν ἐμῶν.

Ἴων

ἔστιν τι πρὸς τῷδ᾽, μόνῳ τῷδ᾽ εὐτυχεῖς;

Κρέουσα

δράκοντες: ἀρχαῖόν τι παγχρύσῳ γένει
δώρημ᾽ Ἀθάνας, τέκν᾽ ἐντρέφειν λέγει
Ἐριχθονίου γε τοῦ πάλαι μιμήματα.

Ἴων

1430τί δρᾶν, τί χρῆσθαι, φράζε μοι, χρυσώματι;

Κρέουσα

δέραια παιδὶ νεογόνῳ φέρειν, τέκνον.

Ἴων

ἔνεισιν οἵδε: τὸ δὲ τρίτον ποθῶ μαθεῖν.

Κρέουσα

στέφανον ἐλαίας ἀμφέθηκά σοι τότε,
ἣν πρῶτ᾽ Ἀθάνα σκόπελον εἰσηνέγκατο,
1435ὅς, εἴπερ ἔστιν, οὔποτ᾽ ἐκλείπει χλόην,
θάλλει δ᾽, ἐλαίας ἐξ ἀκηράτου γεγώς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: