previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



λαβοῦσα τόνδε παῖδα Κεκροπίαν χθόνα
χώρει, Κρέουσα, κἀς θρόνους τυραννικοὺς
ἵδρυσον. ἐκ γὰρ τῶν Ἐρεχθέως γεγὼς
δίκαιος ἄρχειν τῆς γ᾽ ἐμῆς ὅδε χθονός,
1575ἔσται τ᾽ ἀν᾽ Ἑλλάδ᾽ εὐκλεής. οἱ τοῦδε γὰρ
παῖδες γενόμενοι τέσσαρες ῥίζης μιᾶς
ἐπώνυμοι γῆς κἀπιφυλίου χθονὸς
λαῶν ἔσονται, σκόπελον οἳ ναίουσ᾽ ἐμόν.
Γελέων μὲν ἔσται πρῶτος: εἶτα δεύτερος

*
1580Ὅπλητες Ἀργαδῆς τ᾽, ἐμῆς τ᾽ ἀπ᾽ αἰγίδος
ἔμφυλον ἕξουσ᾽ Αἰγικορῆς. οἱ τῶνδε δ᾽ αὖ
παῖδες γενόμενοι σὺν χρόνῳ πεπρωμένῳ
Κυκλάδας ἐποικήσουσι νησαίας πόλεις
χέρσους τε παράλους, σθένος τἠμῇ χθονὶ
1585δίδωσιν: ἀντίπορθμα δ᾽ ἠπείροιν δυοῖν
πεδία κατοικήσουσιν, Ἀσιάδος τε γῆς
Εὐρωπίας τε: τοῦδε δ᾽ ὀνόματος χάριν
Ἴωνες ὀνομασθέντες ἕξουσιν κλέος.
Ξούθῳ δὲ καὶ σοὶ γίγνεται κοινὸν γένος,
1590Δῶρος μέν, ἔνθεν Δωρὶς ὑμνηθήσεται
πόλις κατ᾽ αἶαν Πελοπίαν: δεύτερος
Ἀχαιός, ὃς γῆς παραλίας Ῥίου πέλας
τύραννος ἔσται, κἀπισημανθήσεται
κείνου κεκλῆσθαι λαὸς ὄνομ᾽ ἐπώνυμος.
1595καλῶς δ᾽ Ἀπόλλων πάντ᾽ ἔπραξε: πρῶτα μὲν
ἄνοσον λοχεύει σ᾽, ὥστε μὴ γνῶναι φίλους:
ἐπεὶ δ᾽ ἔτικτες τόνδε παῖδα κἀπέθου
ἐν σπαργάνοισιν, ἁρπάσαντ᾽ ἐς ἀγκάλας
Ἑρμῆν κελεύει δεῦρο πορθμεῦσαι βρέφος,
1600ἔθρεψέ τ᾽ οὐδ᾽ εἴασεν ἐκπνεῦσαι βίον.
νῦν οὖν σιώπα, παῖς ὅδ᾽ ὡς πέφυκε σός,
ἵν᾽ δόκησις Ξοῦθον ἡδέως ἔχῃ,
σύ τ᾽ αὖ τὰ σαυτῆς ἀγάθ᾽ ἔχουσ᾽ ἴῃς, γύναι.
καὶ χαίρετ᾽: ἐκ γὰρ τῆσδ᾽ ἀναψυχῆς πόνων
1605εὐδαίμον᾽ ὑμῖν πότμον ἐξαγγέλλομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), TRIBUS
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: