previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἴων

γενναιότης σοι, καὶ τρόπων τεκμήριον
τὸ σχῆμ᾽ ἔχεις τόδ᾽, ἥτις εἶ ποτ᾽, γύναι.
γνοίη δ᾽ ἂν ὡς τὰ πολλά γ᾽ ἀνθρώπου πέρι
240τὸ σχῆμ᾽ ἰδών τις εἰ πέφυκεν εὐγενής.
ἔα:
ἀλλ᾽ ἐξέπληξάς μ᾽, ὄμμα συγκλῄσασα σὸν
δακρύοις θ᾽ ὑγράνασ᾽ εὐγενῆ παρηίδα,
ὡς εἶδες ἁγνὰ Λοξίου χρηστήρια.
τί ποτε μερίμνης ἐς τόδ᾽ ἦλθες, γύναι;
245 πάντες ἄλλοι γύαλα λεύσσοντες θεοῦ
χαίρουσιν, ἐνταῦθ᾽ ὄμμα σὸν δακρυρροεῖ;

Κρέουσα

ξένε, τὸ μὲν σὸν οὐκ ἀπαιδεύτως ἔχει
ἐς θαύματ᾽ ἐλθεῖν δακρύων ἐμῶν πέρι:
ἐγὼ δ᾽ ἰδοῦσα τούσδ᾽ Ἀπόλλωνος δόμους
250μνήμην παλαιὰν ἀνεμετρησάμην τινά:
οἴκοι δὲ τὸν νοῦν ἔσχον ἐνθάδ᾽ οὖσά που.
τλήμονες γυναῖκες: τολμήματα
θεῶν. τί δῆτα; ποῖ δίκην ἀνοίσομεν,
εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα;

Ἴων

255τί χρῆμ᾽ ἀνερμήνευτα δυσθυμῇ, γύναι;

Κρέουσα

οὐδέν: μεθῆκα τόξα: τἀπὶ τῷδε δὲ
ἐγώ τε σιγῶ, καὶ σὺ μὴ φρόντιζ᾽ ἔτι.

Ἴων

τίς δ᾽ εἶ; πόθεν γῆς ἦλθες; ἐκ ποίας πάτρας
πέφυκας; ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών;

Κρέουσα

260Κρέουσα μέν μοι τοὔνομ᾽, ἐκ δ᾽ Ἐρεχθέως
πέφυκα, πατρὶς γῆ δ᾽ Ἀθηναίων πόλις.

Ἴων

κλεινὸν οἰκοῦσ᾽ ἄστυ γενναίων τ᾽ ἄπο
τραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι.

Κρέουσα

τοσαῦτα κεὐτυχοῦμεν, ξέν᾽, οὐ πέρα.

Ἴων

265πρὸς θεῶν ἀληθῶς, ὡς μεμύθευται βροτοῖς ... ;

Κρέουσα

τί χρῆμ᾽ ἐρωτᾷς, ξέν᾽, ἐκμαθεῖν θέλων;

Ἴων

ἐκ γῆς πατρός σου πρόγονος ἔβλαστεν πατήρ;

Κρέουσα

Ἐριχθόνιός γε: τὸ δὲ γένος μ᾽ οὐκ ὠφελεῖ.

Ἴων

καί σφ᾽ Ἀθάνα γῆθεν ἐξανείλετο;

Κρέουσα

270ἐς παρθένους γε χεῖρας, οὐ τεκοῦσά νιν.

Ἴων

δίδωσι δ᾽, ὥσπερ ἐν γραφῇ νομίζεται ... ;

Κρέουσα

Κέκροπός γε σῴζειν παισὶν οὐχ ὁρώμενον.

Ἴων

ἤκουσα λῦσαι παρθένους τεῦχος θεᾶς.

Κρέουσα

τοιγὰρ θανοῦσαι σκόπελον ᾕμαξαν πέτρας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: