previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κρέουσα

σὺ δ᾽ εἶ τίς; ὥς σου τὴν τεκοῦσαν ὤλβισα.

Ἴων

τοῦ θεοῦ καλοῦμαι δοῦλος εἰμί τ᾽, γύναι.

Κρέουσα

310ἀνάθημα πόλεως, τινος πραθεὶς ὕπο;

Ἴων

οὐκ οἶδα πλὴν ἕν: Λοξίου κεκλήμεθα.

Κρέουσα

ἡμεῖς σ᾽ ἄρ᾽ αὖθις, ξέν᾽, ἀντοικτίρομεν.

Ἴων

ὡς μὴ εἰδόθ᾽ ἥτις μ᾽ ἔτεκεν ἐξ ὅτου τ᾽ ἔφυν.

Κρέουσα

ναοῖσι δ᾽ οἰκεῖς τοισίδ᾽ κατὰ στέγας;

Ἴων

315ἅπαν θεοῦ μοι δῶμ᾽, ἵν᾽ ἂν λάβῃ μ᾽ ὕπνος.

Κρέουσα

παῖς δ᾽ ὢν ἀφίκου ναὸν νεανίας;

Ἴων

βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι.

Κρέουσα

καὶ τίς γάλακτί σ᾽ ἐξέθρεψε Δελφίδων;

Ἴων

οὐπώποτ᾽ ἔγνων μαστόν: δ᾽ ἔθρεψέ με ...

Κρέουσα

320τίς, ταλαίπωρ᾽; ὡς νοσοῦσ᾽ ηὗρον νόσους.

Ἴων

Φοίβου προφῆτις, μητέρ᾽ ὣς νομίζομεν.

Κρέουσα

ἐς δ᾽ ἄνδρ᾽ ἀφίκου τίνα τροφὴν κεκτημένος;

Ἴων

βωμοί μ᾽ ἔφερβον οὑπιών τ᾽ ἀεὶ ξένος.

Κρέουσα

τάλαινά σ᾽ τεκοῦσα: τίς ποτ᾽ ἦν ἄρα;

Ἴων

325ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως.

Κρέουσα

ἔχεις δὲ βίοτον: εὖ γὰρ ἤσκησαι πέπλοις.

Ἴων

τοῖς τοῦ θεοῦ κοσμούμεθ᾽, δουλεύομεν.

Κρέουσα

οὐδ᾽ ᾖξας εἰς ἔρευναν ἐξευρεῖν γονάς;

Ἴων

ἔχω γὰρ οὐδέν, γύναι, τεκμήριον.

Κρέουσα

330φεῦ:
πέπονθέ τις σῇ μητρὶ ταὔτ᾽ ἄλλη γυνή.

Ἴων

τίς; εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν.

Κρέουσα

ἧς οὕνεκ᾽ ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν.

Ἴων

ποῖόν τι χρῄζουσ᾽; ὡς ὑπουργήσω, γύναι.

Κρέουσα

μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν.

Ἴων

335λέγοις ἄν: ἡμεῖς τἄλλα προξενήσομεν.

Κρέουσα

ἄκουε δὴ τὸν μῦθον. — ἀλλ᾽ αἰδούμεθα.

Ἴων

οὔ τἄρα πράξεις οὐδέν: ἀργὸς θεός.

Κρέουσα

Φοίβῳ μιγῆναί φησί τις φίλων ἐμῶν.

Ἴων

Φοίβῳ γυνὴ γεγῶσα; μὴ λέγ᾽, ξένη.

Κρέουσα

340καὶ παῖδά γ᾽ ἔτεκε τῷ θεῷ λάθρα πατρός.

Ἴων

οὐκ ἔστιν: ἀνδρὸς ἀδικίαν αἰσχύνεται.

Κρέουσα

οὔ φησιν αὐτή, καὶ πέπονθεν ἄθλια.

Ἴων

τί χρῆμα δράσασ᾽, εἰ θεῷ συνεζύγη;

Κρέουσα

τὸν παῖδ᾽ ὃν ἔτεκεν ἐξέθηκε δωμάτων.

Ἴων

345 δ᾽ ἐκτεθεὶς παῖς ποῦ 'στιν; εἰσορᾷ φάος;

Κρέουσα

οὐκ οἶδεν οὐδείς. ταῦτα καὶ μαντεύομαι.

Ἴων

εἰ δ᾽ οὐκέτ᾽ ἔστι, τίνι τρόπῳ διεφθάρη;

Κρέουσα

θῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν.

Ἴων

ποίῳ τόδ᾽ ἔγνω χρωμένη τεκμηρίῳ;

Κρέουσα

350ἐλθοῦσ᾽ ἵν᾽ αὐτὸν ἐξέθηκ᾽ οὐχ ηὗρ᾽ ἔτι.

Ἴων

ἦν δὲ σταλαγμὸς ἐν στίβῳ τις αἵματος;

Κρέουσα

οὔ φησι. καίτοι πόλλ᾽ ἐπεστράφη πέδον.

Ἴων

χρόνος δὲ τίς τῷ παιδὶ διαπεπραγμένῳ;

Κρέουσα

σοὶ ταὐτὸν ἥβης, εἴπερ, εἶχεν ἂν μέτρον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 107
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: