previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ξοῦθος

πρῶτον μὲν θεὸς τῶν ἐμῶν προσφθεγμάτων
λαβὼν ἀπαρχὰς χαιρέτω, σύ τ᾽, γύναι.
μῶν χρόνιος ἐλθών σ᾽ ἐξέπληξ᾽ ὀρρωδίᾳ;

Κρέουσα

οὐδέν γ᾽: ἀφίκου δ᾽ ἐς μέριμναν. ἀλλά μοι
405λέξον, τί θέσπισμ᾽ ἐκ Τροφωνίου φέρεις,
παίδων ὅπως νῷν σπέρμα συγκραθήσεται;

Ξοῦθος

οὐκ ἠξίωσε τοῦ θεοῦ προλαμβάνειν
μαντεύμαθ᾽: ἓν δ᾽ οὖν εἶπεν: οὐκ ἄπαιδά με
πρὸς οἶκον ἥξειν οὐδὲ σὲ ἐκ χρηστηρίων.

Κρέουσα

410 πότνια Φοίβου μῆτερ, εἰ γὰρ αἰσίως
ἔλθοιμεν, τε νῷν συμβόλαια πρόσθεν ἦν
ἐς παῖδα τὸν σόν, μεταπέσοι βελτίονα.

Ξοῦθος

ἔσται τάδ᾽: ἀλλὰ τίς προφητεύει θεοῦ;

Ἴων

ἡμεῖς τά γ᾽ ἔξω, τῶν ἔσω δ᾽ ἄλλοις μέλει,
415οἳ πλησίον θάσσουσι τρίποδος, ξένε,
Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος.

Ξοῦθος

καλῶς: ἔχω δὴ πάνθ᾽ ὅσων ἐχρῄζομεν.
στείχοιμ᾽ ἂν εἴσω: καὶ γάρ, ὡς ἐγὼ κλύω,
χρηστήριον πέπτωκε τοῖς ἐπήλυσι
420κοινὸν πρὸ ναοῦ: βούλομαι δ᾽ ἐν ἡμέρᾳ
τῇδ᾽αἰσία γάρθεοῦ λαβεῖν μαντεύματα.
σὺ δ᾽ ἀμφὶ βωμούς, γύναι, δαφνηφόρους
λαβοῦσα κλῶνας, εὐτέκνους εὔχου θεοῖς
χρησμούς μ᾽ ἐνεγκεῖν ἐξ Ἀπόλλωνος δόμων.

Κρέουσα

425ἔσται τάδ᾽, ἔσται. Λοξίας δ᾽ ἐὰν θέλῃ
νῦν ἀλλὰ τὰς πρὶν ἀναλαβεῖν ἁμαρτίας,
ἅπας μὲν οὐ γένοιτ᾽ ἂν εἰς ἡμᾶς φίλος,
ὅσον δὲ χρῄζειθεὸς γάρ ἐστιδέξομαι.

Ἴων

τί ποτε λόγοισιν ξένη πρὸς τὸν θεὸν
430κρυπτοῖσιν αἰεὶ λοιδοροῦσ᾽ αἰνίσσεται;
ἤτοι φιλοῦσά γ᾽ ἧς ὕπερ μαντεύεται,
καί τι σιγῶσ᾽ ὧν σιωπᾶσθαι χρεών;
ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι
μέλει; προσήκει γ᾽ οὐδέν. ἀλλὰ χρυσέαις
435πρόχοισιν ἐλθὼν εἰς ἀπορραντήρια
δρόσον καθήσω. νουθετητέος δέ μοι
Φοῖβος, τί πάσχει: παρθένους βίᾳ γαμῶν
προδίδωσι; παῖδας ἐκτεκνούμενος λάθρᾳ
θνῄσκοντας ἀμελεῖ; μὴ σύ γ᾽: ἀλλ᾽, ἐπεὶ κρατεῖς,
440ἀρετὰς δίωκε. καὶ γὰρ ὅστις ἂν βροτῶν
κακὸς πεφύκῃ, ζημιοῦσιν οἱ θεοί.
πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς
γράψαντας, αὐτοὺς ἀνομίαν ὀφλισκάνειν;
εἰ δ᾽οὐ γὰρ ἔσται, τῷ λόγῳ δὲ χρήσομαι
445δίκας βιαίων δώσετ᾽ ἀνθρώποις γάμων,
σὺ καὶ Ποσειδῶν Ζεύς θ᾽ ὃς οὐρανοῦ κρατεῖ,
ναοὺς τίνοντες ἀδικίας κενώσετε.
τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πάρος
σπεύδοντες ἀδικεῖτ᾽. οὐκέτ᾽ ἀνθρώπους κακῶς
450λέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰ
μιμούμεθ᾽, ἀλλὰ τοὺς διδάσκοντας τάδε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), ORA´CULUM
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: